Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.525
Not analysed yet
παραλήρημα, κακὼς ἐκδεχομένου τὸ εὐαγγελικὸν ῥητὸν, ὅτι «Ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος·» καὶ οὐ συνιέντος ὅτι αὐτὸς ἦν, καὶ ἤρξατο, ἀλλ' οὐ κατὰ τὸ αὐτό. Ἦν μὲν γὰρ ἀεὶ ὡς Θεὸς, ἤρξατο δὲ ὡς ἄνθρωπος, ὅτε τὸ ἡμέτερον ἐπτώχευσεν· ἄρχεται δὲ, ἵνα σὺ καταργήσῃς τὴν προτέραν γέννησιν, καὶ ἀναλάβῃς δευτέραν διὰ τῆς παλιγγενεσίας. —(A f. 62 b, E f. 167 b, F f. 797, H f. 187 b) Οὕτω πολύ τι τὸ βλάβος καὶ ἀδόκητον συμβαίνει ἐκ τοῦ φυλάττεσθαι τὴν διὰ τοῦ βαπτίσματος χάριν εἰς μακρὰν καὶ ὑπέρωρον ἀναβολήν. Μάλιστα μὲν γὰρ οὐκ ἀσφαλὴς ἡ ἐλπὶς, εἰ καὶ τῶν οἰκείων τις ἐπιτεύξεται βουλευμάτων· ἐκβεβηκότος δὲ πάλιν εἰς τέλος αὐτῷ τοῦ σκοποῦ, ἁγιάζεται μὲν, πλὴν μόνην ἔχει τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ τὸ τάλαντον ἀποκομίζει τῷ Δεσπότῃ ξηρὸν, οὐδὲν ἐπεργάσασθαι σχολάσας αὐτῷ. ΚΕΦΑΛ. Δʹ. Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου. (A f. 72, C f. 112 b, H f. 218) Ἐνταῦθά μοι βλέπε τὴν τοῦ ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένην. Πάλαι μὲν γὰρ ὑπισχνεῖτο λέγων ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός [cod, C mendose Πατρός] μου ἐπὶ πᾶσαν σάρκα.» Πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ Χριστῷ τὸ ἐπηγγελμένον· καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων, ἀκαθέκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν, ἔφη που Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα·» ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, Πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεὸν, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς τετιμημένοι λοιπὸν, καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Ὁ δὲ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα, καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι' αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις. Τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς, λέγων περί τε αὐτοῦ καὶ ἡμῶν· «Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλεῖν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ