Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.528
Not analysed yet
ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν πτωχείαν εἰς ἑαυτὸν μεταθεὶς, ἁγιάζεται μεθ' ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγὼν, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος κατὰ πᾶν ὁτιοῦν, δίχα μόνης ἁμαρτίας. Καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον. (A f. 72 b, B f. 44, H f. 220) Τὸ γὰρ, «ἤγετο,» οὐ τὸ, ἀπεφέρετο, μᾶλλόν ἐστιν, ἀλλ' ὅτι διῆγε καὶ ἐπολιτεύετο. Κατειθίσμεθα γάρ που καὶ ἡμεῖς αὐτοὶ περὶ παντὸς ζῶντος ἐν ἐπιεικείᾳ, λέγειν· Ὁ δεῖνα τυχὸν καλῶς ἑαυτὸν ἄγει. Ἐπολιτεύετο τοίνυν ὁ Κύριος ἐν τῇ ἐρήμῳ, ἐν τῷ Πνεύματι, τουτέστι πνευματικῶς. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις. (A f. 73, B f. 44, H f. 221) Νενήστευκε τοίνυν ὁ Κύριος, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ' ἑαυτὸν εἰς ὑπογραμμὸν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ' ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. Πόθεν γὰρ ἦν εἰδέναι τοὺς ἐπὶ τῆς γῆς, ὅτι τὸ ταῖς ἐρήμοις ἐνδιαιτᾶσθαι χρήσιμον αὐτοῖς καὶ ἀναγκαῖον εἰς σωτηρίαν; Ἀποφοιτῶσι γὰρ ὥσπερ κυμάτων ζάλης, καὶ τῶν εἰκαίων τοῦ παρόντος βίου περισπασμῶν, καὶ μονονουχὶ, κατὰ τὸν μακάριον Ἰωσὴφ, ἀποδύονται τῷ κόσμῳ πάντα τὰ αὐτοῦ. Δείκνυσι τοίνυν τοῖς οὕτω ζῇν ἑλομένοις, ἀναγκαίαν οὖσαν τὴν ἐγκράτειαν, ἧς νηστεία καρπός· ἡττηθήσεται γὰρ οὕτω πειράζων ὁ Σατανᾶς. Καὶ σὲ τοίνυν δεῖ πρότερον ἐνδύσασθαι τὴν ἐξ ὕψους δυνάμιν, τουτέστι μέτοχον ἀποφανθῆναι τοῦ ἁγίου Πνεύματος, καὶ τότε τὴν ἀξιέραστον καὶ τετιμημένην παρὰ Θεῷ κατορθοῦν ἑλέσθαι ζωήν. Τότε τὰς ἐρήμους καταλήψῃ σὺν ἀνδρείᾳ πνευματικῇ· τότε νηστεύσεις ἁγίως, καὶ κατανεκρώσεις τὰς ἡδονὰς, καὶ κρείττων ἔσῃ τοῦ πειράζοντος Σατανᾶ. —(A f. 73, B f. 44 b, H f. 221 b) Ἰδοὺ γέγονεν ἐν τοῖς ἀθλοῦσιν ὁ ἀθλοθέτης ὡς Θεός· ἐν τοῖς στεφανουμένοις, ὁ τὰς τῶν ἁγίων στεφανῶν κεφαλάς. Ἴδωμεν τοίνυν τῶν παλαισμάτων τὸ εὐτεχνὲς, τῆς τοῦ διαβόλου σκαιότητος τὴν ἀνατροπήν. Τεσσαρακοστῆς εἰς νηστείαν δαπανηθείσης ἡμέρας, ὕστερον ἐπείνασε· καίτοι δίδωσιν αὐτὸς τοῖς πεινῶσι τροφήν· καὶ αὐτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἡ τῶν ὅλων σύστασις· ἐπειδὴ δὲ πάλιν ἐχρῆν τὴν καθ' ἡμᾶς πτωχείαν οὐκ ἀτιμάσαντα, τῶν τῆς ἀνθρωπότητος μέτρων μὴ εἰσάπαν ἀποφοιτᾷν, συγκεχώρηκε τῇ τῆς σαρκὸς φύσει ζητῆσαι τὰ ἑαυτῆς· οὕτως αὐτὸν πεινάσαι φαμέν. —Νηστεύσας γε μὴν ἀποχρώντως, καὶ δυνάμει θεοπρεπεῖ, ποτοῦ καὶ σιτίων δίχα τὴν σάρκα τηρήσας ἀδιάφθορον, ἐφίησι μόλις τὰ οἰκεῖα παθεῖν αὐτήν· πεινῆσαι γὰρ λέγει· καὶ διὰ ποίαν αἰτίαν; Ἵνα δι' ἀμφοῖν εὐτέχνως Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὑπάρχων, ἐπιγινώσκηται εἷς καὶ ὁ αὐτὸς δηλονότι, καὶ θεϊκῶς ὑπὲρ ἡμᾶς, καὶ καθ' ἡμᾶς ἀνθρωπίνως.