Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.533
Not analysed yet
μὸν εἰς τὸ τοῦ Κυρίου πρόσωπον· καὶ τοὺς στίχους συνάπτοντες, οὕτως ἀναγινώσκουσι· «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Φασὶ γοῦν ὅτι ὁ Κύριος καταφυγὴν ἔχει τὸν Ὕψιστον, δηλονότι τὸν ἐν οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτῶν τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκε τοὺς στίχους, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὡς Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ.» Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς, καὶ τὰ περὶ ἡμῶν εἰρημένα αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως νοοῦμεν, ὡς νοεῖν ἔθος τῷ Σατανᾷ· εἰ δὲ οὔτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολοθοῦσι γὰρ τῷ ἰδίῳ πατρὶ, ὃς ψεύστης ἐστὶ, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστι, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· εἰ γάρ ἐστι κατ' αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ' ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν Ἑτέραν ἡμῖν ἀναγγέλλετε πλάνησιν· ἔξω τῆς βασιλικῆς καὶ εὐθείας ἔρχεσθε τρίβου· εἰς ἀκάνθας καὶ βόθρους πίπτετε· τῆς ἀληθείας ἐκπεπτώκατε· ἴσος ἐστὶ κατὰ πάντα τοῦ Πατρὸς ὁ Υἱός· χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· Ὕψιστος καθὰ καὶ ὁ Πατήρ. Ὁ μὲν οὖν Σατανᾶς τούτοις ἐχρήσατο τοῖς στίχοις ὡς ἐπ' ἀνθρώπου κοινοῦ τοῦ Σωτῆρος· ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ· ἠγνόησέ τε πρὸς τούτῳ, ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ὁ μὲν οὖν, ὡς ἔφην, ὡς ἐπ' ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ' ἐνὸς τῶν ἁγίων προφητῶν εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν· ἄτοπον ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστι καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι' ἡμᾶς καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ Σωτῆρος τὸ λέγεσθαι· «Τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Αὐτὸς γάρ ἐστιν Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά· κἄν τις αὐτὸν καταφυγὴν θεῖτο, οὐ προσελεύσεται πρὸς αὐτὸν κακά· αὐτὸς γὰρ ἐντελεῖται τοῖς ἀγγέλοις, λειτουργικοῖς οὖσι πνεύμασιν, ὅπως φρουρῶσι τὸν δίκαιον. Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅταν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μή πως ἀδικηθῇ τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως