Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.532
Not analysed yet
Τίς ὑπέταξέ σοι τὴν ὑπ' οὐρανόν; Ἐξ ἀπάτης ἥρπασας· οὐκοῦν ἀπόδος ἐνανθρωπήσαντι τῷ Υἱῷ τῷ πάντων Δεσπότῃ· ἄκουε τί φησιν ὁ προφήτης Ἡσαΐας περὶ σοῦ «Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθεῖαν, πῦρ καὶ θεῖον καὶ ξύλα κείμενα· ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.» Ὁ δὲ κλῆρον ἔχων τὴν ἄσβεστον φλόγα, πῶς τῷ βασιλεῖ τῶν ὅλων ἐπαγγέλλεις τὰ αὐτοῦ; Προσεδόκησας ἔχειν προσκυνητὴν ὃν τρέμει τὰ σύμπαντα, καὶ δοξολογοῦσι τὰ Σεραφὶμ καὶ πᾶσαι αἱ ἀγγελικαὶ δυνάμεις; Γέγραπται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» —(B f. 47 b) Ἁπτόμενος ὥσπερ τῶν σπλάγχνων αὐτοῦ, ταύτην παρεκόμισεν εὐκαίρως τὴν ἐντολήν· πρὸ μὲν γὰρ τῆς ἐπιδημίας αὐτοῦ, πᾶσαν ἐπλάνησε τὴν ὑπ' οὐρανόν· αὐτὸς ἦν ὁ πανταχοῦ προσκυνούμενος· ὁ δέ γε τοῦ Θεοῦ νόμος ἔξω τιθεὶς αὐτὸν τῆς ἐξ ἀπάτης αὐτῷ πεπορισμένης ἀρχῆς, ἑνὶ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσέταξε προσκυνεῖν, καὶ αὐτῷ μόνῳ τὰς λατρείας ἐπιτελεῖν. Εἰ ὁ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. (A f. 75 b, B f. 47 b, H f. 230) Τρίτην πεῖραν ὁ διάβολος προσάγει τὴν τῆς κενοδοξίας· «Βάλε σεαυτὸν κάτω,» λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος· ἀλλ' οὐ κατήνεγκε διὰ τῆς ἐπάρσεως, ἀλλ' ἔξω βέβληκε καὶ εἰς τοῦτο σκοποῦ· «Εἴρηται γὰρ, φησὶ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Οὐ γὰρ τοῖς πειράζουσι χαρίζεται ὁ Θεὸς τὰς ἐπικουρίας, ἀλλὰ τοῖς πιστεύουσιν εἰς αὐτόν· οὐ γὰρ ὅτι φειδοῦς ἡμᾶς ἀξιοῖ, διὰ τοῦτο ἡμεῖς ἐπιδεικτιᾷν ὀφείλομεν. Πρὸς τούτοις οὐδέποτε Χριστὸς τοῖς πειράζουσιν αὐτὸν ἐδίδου σημεῖον· «Γενεὰ γὰρ, φησὶ, πονηρὰ σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.» Τοῦτο καὶ νῦν ἀκουέτω πειράζων ὁ Σατανᾶς. Οὐκοῦν νενικήκαμεν ἐν Χριστῷ· καὶ ὅ ποτε κρατήσας ἐν Ἀδὰμ, ἀπῆλθε κατῃσχυμμένος, ἵν' ἡμεῖς ὑπὸ πόδας ἔχωμεν αὐτόν. Ὅτε γὰρ νενίκηκεν ὁ Χριστὸς, τότε καὶ εἰς ἡμᾶς παραπέμπων τὸ δύνασθαι νικᾷν, «Ἰδοὺ δέδωκα, φησὶν, ὑμῖν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ δὲ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε. (B f. 47 b) Ὅρα δὲ πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν Γραφῶν καθελεῖν τὴν δόξαν τοῦ Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας· ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ· οὐδὲ γὰρ δεῖται ἀγγέλων Δεσπότης. Τὸ δὲ πτερύγιον, οἰκοδόμημα ἦν ὑψηλὸν ἄγαν, παρῳκοδομημένον τῇ πλευρᾷ τοῦ ἱεροῦ. —(A f. 75 b, H f. 230 b) Ἀναφέρουσι μέντοι κακῶς τινες τὸν ψαλ-