Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.537
Not analysed yet
διὰ τὸ ταῦτον τῆς οὐσίας καὶ τῆς θεότητος, τοῦτο ἐπ' ἐμὲ παραγέγονεν καὶ ἔξωθεν· ὥσπερ καὶ ἐν Ἰορδάνῃ ἐν εἴδει περιστερᾶς ἐπεφοίτησεν, οὐχ ὡς μὴ ὑπάρχον ἐν ἐμοὶ, ἀλλ' οὗ εἵνεκεν ἔχρισέ με. Τίνος δὲ εἵνεκεν χρισθῆναι προείλετο; Ἡμῶν τῶν ἐρήμων γενομένων τοῦ Πνεύματος διὰ τὴν ἀρχαίαν ἐκείνην ἀπόφασιν, τό· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» —Ταῦτα ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος φησί· Θεὸς γὰρ ὢν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ τοῦ Πατρὸς, καὶ δι' ἡμᾶς ἄνθρωπος ἀτρέπτως γεγονὼς, μεθ' ἡμῶν κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τοῦ Πνεύματος αὐτῷ παρὰ τὸν Ἰορδάνην ἐπιφοιτήσαντος ἐν εἴδει περιστερᾶς. Πάλαι μὲν γὰρ συμβολικῶς ἐχρίοντο βασιλεῖς τε καὶ ἱερεῖς, ἁγιασμοῦ τινα μετοχὴν ἐκ τούτου κερδαίνοντες· ὁ δὲ δι' ἡμᾶς ἐνανθρωπήσας, τῷ νοητῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, καὶ αὐτῇ τῇ τοῦ Πνεύματος ἐπιφοιτήσει ἐχρίσθη· τοῦτο ἡμῖν λαμβάνων, οὐχ ἑαυτῷ· καὶ γὰρ ἀποπτάντος τοῦ Πνεύματος, καὶ μὴ καταμείναντος ἐν ἡμῖν διὰ τὸ εἶναι ἡμᾶς σάρκα, πένθους ἦν πλήρης ἡ γῆ, ἅτε μετουσίας ἐστερημένη Θεοῦ. —(B f. 50 b) Ἐκήρυξε δὲ καὶ αἰχμαλώτοις ἄφεσιν, ἣν καὶ ἐνήργησε, δήσας τὸν ἰσχυρὸν τὸν τυραννικῶς καταδυναστεύσαντα τοῦ γένους ἡμῶν Σατανᾶν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας ἡμᾶς. (A f. 77, H f. 235 b) Ὥσπερ μέντοι τὸ, ἔχρισέ με, τῇ ἀνθρωπότητι πρέπει· χρίεται γὰρ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές· οὕτω καὶ τὸ, ἀπέσταλκέ με, τῷ ἀνθρωπίνῳ λογιστέον. —(A f. 77 b, H f. 236) Καὶ τοὺς πάλαι τὴν ἐκ τοῦ διαβόλου ἀχλὺν ἔχοντας εἰς καρδίαν, λαμπροὺς ἀπέφηνεν, οἷά τις δικαιοσύνης ἥλιος ἀνίσχων, καὶ υἱοὺς ἀποφήνας οὐκέτι νυκτὸς καὶ σκότους, ἀλλὰ φωτὸς καὶ ἡμέρας, κατὰ τὴν Παύλου φωνήν· καὶ οἱ τυφλοὶ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἀνέβλεψαν, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν, καὶ καθώς φησιν Ἡσαΐας, γέγονεν αὐτοῖς τὸ σκότος εἰς φῶς· τουτέστιν, οἱ ἀμαθεῖς γεγόνασι σοφοί· οἵ ποτε πλανώμενοι τὰς τῆς δικαιοσύνης ἐγνώκασιν ὁδούς. Φησὶ δέ που καὶ πρὸς αὐτὸν τὸν Υἱὸν ὁ Πατήρ· «Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Ἀφίκετο γὰρ ὁ Μονογενὴς εἰς τόνδε τὸν κόσμον, καὶ τοῖς ἐκ γένους, τουτέστι τοῖς ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐτῶν γὰρ πέφηνε τὸ κατὰ σάρκα· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προφητῶν· ἐνήστραψε δὲ καὶ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· καὶ τοῖς ἐν ᾄδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη, καὶ πάντας ἀνῆκε δεσμῶν καὶ ἀνάγκης. Ταῦτα δὲ πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν τοῦ. ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Χριστός; Τί δὲ τὸ ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει; Τὸ ἐλευθέρους ἐκπέμψαι, οὓς συνέθραυσε νοητῶς ῥαβδίζων ὁ Σατανᾶς. Τί δὲ τὸ κηρύξαι ἐνιαυτὸν Κυρίου