Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.540
Not analysed yet
δεκτόν; Τὸ τὴν ἑαυτοῦ εὐαγγελίσασθαι παρουσίαν, τὸ τὸν καιρὸν ἐνστῆναι τοῦ Κυρίου, τουτέστι τοῦ Υἱοῦ· δεκτὸς γὰρ ἐνιαυτὸς, καθ' ὃν ἐσταυρώθη Χριστὸς ὑπὲρ ἡμῶν· δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ καρποφορηθέντες δι' αὐτοῦ. Διὸ ἔλεγεν· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος, πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς μαθηταῖς προσεφώνει· «Ἐδόθη μοι πᾶσα ἐξουσία,» καὶ τὰ ἐξῆς. Δεκτὸς οὖν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ' ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν, διὰ τοῦ ἁγίου βαπτίσματος· καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ' ὃν πεφανέρωκε τὴν δόξαν αὐτοῦ, διὰ τὰς (Codd. τῆς, sed malui τὰς) ὑπὲρ λόγον θεοσημείας. Ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ' αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκεν λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ὅτε οἱ πτωχοὶ, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες τὴν ἔνδειάν ποτε, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οὗτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν· τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησαν, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδάκασι θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι' οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, καὶ κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι, δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενεῖς καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται· τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν· οἱ γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, «καὶ τῷ ξύλῳ λέγοντες, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν; Τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. (H f. 237) Κέκληνται γὰρ διὰ πίστεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ' αὐτοῦ· καὶ υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτῶν ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα· καὶ γὰρ ἦσαν πτωχοὶ καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι καὶ ἐσκοτισμένοι· οὐ γὰρ ἦν ἐπὶ