Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.541
Not analysed yet
γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός. Ἀλλὰ «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» ἀφῖκται δὲ ὁ Χριστὸς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα (τοιαῦτα δὲ ἦν καὶ τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα), λελύτρωνται δὲ δι' αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ' αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντεθραυσμένην οὐκέτι τὴν διάνοιαν ἀνέχουσιν, ὑγιᾶ δὲ καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν καὶ κατόρθωσιν παντὸς ἀγαθοῦ καὶ σωτηρίου πράγματος. Ἔδει γὰρ σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλα καὶ λίθους ἐπεγράφοντο θεούς. Ἀλλ' οἱ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ τελεῖν, Θεὸν αὐτὸν ἐπεγράψαντο. Τούτων ὑπαναγνωσθέντων τοῖς συνειλεγμένοις, ὁ μὲν πάντων τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπέστρεψε, θαυμαζόντων τάχα πῶς οἶδε γράμματα, μὴ μεμαθηκώς. Ἐπειδὴ δὲ ἕθος ἦν τοῖς ἐξ Ἰσραὴλ, τὰς περὶ αὐτοῦ προφητείας ἐκπεπεράνθαι λέγειν, ἢ ἐπί τισι τῶν παρ' αὐτοῖς ἐνδόξως βεβασιλευκότων, ἢ γοῦν ἐπὶ προφήταις ἁγίοις· (B f. 51) συνιέντες γὰρ οὐδὲν τῶν περὶ αὐτοῦ γεγραμμένων ὀρθῶς, ἑτέραν ᾤχοντο τρίβον, ἔξω πίπτοντες σκοποῦ· ἵνα δὲ μὴ πάλιν λέγωσί τι τοιοῦτον περὶ τῆς εἰρημένης προφητείας, ἀναγκαίως προασφαλίζεται, καί φησιν, ὅτι «Σήμερον αὕτη ἡ γραφὴ πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν,» ἑαυτὸν ἐναργῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προφητείας προηγορευμένον. —(A f. 78, H f. 237 b) Αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν, μὴ νόμον, μὴ προφήτας· ἢ καὶ ἅπασιν ἁπλῶς τὸν πλοῦτον οὐκ ἔχουσι πνευματικόν. Αὐτὸς αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶν. Αὐτὸς τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν. Ἔφη γοῦν· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Αὐτὸς ἀπέλυσε τῶν τῆς ἁμαρτίας δεσμῶν, δηλονότι τοὺς συντεθραυσμένην ἔχοντας τὴν καρδίαν· (B f. 51) ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν, καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, καθ' ὃν τὸ κήρυγμα τοῦ Σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν, τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν· ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον, κ. τ. λ. (A f. 78, H f. 237 b, C f. 113 b) Μὴ γὰρ συνιέντες τὸν κεχρισμένον καὶ ἀπεσταλμένον, καὶ τῶν οὕτω τεθαυμασμένων πραγμάτων ἀποτελεστὴν, εἰς τὰ συνήθη κατεκομίζοντο, καὶ ψυχρολογοῦσιν ἀβούλως· καίτοι γὰρ τεθαυμακότες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, κατευτελίζειν ἤθελον· ἔφασκον γάρ· «Οὐχ υἱός ἐστιν Ἰωσὴφ οὗτος;» Καὶ τί τοῦτο παραλύει τοῦ θαυματουργοῦ τὴν δόξαν; Τί τὸ κωλύον