Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.552
Not analysed yet
τοίνυν καὶ ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτῷ κατὰ ἀλήθειαν ἔμψυχόν τε καὶ ἔννουν τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν, τῆς ἰδίας αὐτῷ καὶ θεοπρεποῦς ἰσχύος ἐνεφύτευσε τὴν ἐνέργειαν· καὶ γοῦν Ἰουδαίους ἐκδυσωπῶν· «Εἰ οὐ ποιῶ, φησὶ, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἔστι τοίνυν ἰδεῖν μαρτυρούσης ἀληθείας αὐτῆς, ὡς οὐχ ὡς ἀνθρώπῳ παρ' ἑαυτὸν ἀνὰ μέρος ὄντι καὶ νοουμένῳ τῷ ἐκ γυναικὸς, τὴν ἰδίαν ἔδωκε δόξαν ὁ Μονογενὴς, ἀλλ' ὡς εἷς ὑπάρχων Υἱὸς, μετὰ τοῦ ἑνωθέντος αὐτῷ ἁγίου σώματος, εἰργάζετο τὰς θεοσημείας· προσκυνεῖται δὲ καὶ παρὰ τῆς κτίσεως ὡς Θεός. Καὶ γοῦν εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν Πέτρου, ἐπειδὴ γύναιον ἐπὶ κλίνης ἔῤῥιπτο, λάβρῳ πυρετῷ δαπανώμενον· καίτοι δυνάμενος εἰπεῖν ὡς Θεός· Ἀπόθου τὴν νόσον, ἀνάστηθι, τοῦτο μὲν οὐ πεποίηκεν· ἐνεργὸν δὲ πρὸς θεραπείαν ἀποφαίνων τὴν ἑαυτοῦ σάρκα, Θεοῦ γὰρ ἦν σὰρξ, ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ παραχρῆμα, φησὶ ἡ Γραφὴ, ἀφῆκεν αὐτὴν ὁ πυρετός. —Ἀλλ' ὑποδεξώμεθα καὶ ἡμεῖς τὸν Ἰησοῦν· ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν, καὶ ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει, ἐγερεῖ δὲ καὶ εὐρώστους ἀποφανεῖ, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι τὰ δοκοῦντα αὐτῷ πληροῦν. (A f. 81 b, C f. 114 b, H f. 251) Ἄθρει δέ μοι πάλιν ὅσην ἔχει τὴν ὠφέλειαν τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφή· ἐλαύνει γὰρ καὶ ποικίλας νόσους, καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύναμιν καταστρέφει, καὶ τοσοῦτον δῆμον θεραπεύει ἐν μιᾷ καιροῦ ῥοπῇ. Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερατουργίας, ἵνα τι τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀῤῥωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ Λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν αὐτὸς ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. Οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀῤῥωστημάτων, καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας. Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν. (A f. 81 b, H f. 251) Οὐκ ἠφίει τοὺς ἀκαθάρτους δαίμονας ὁμολογεῖν αὐτόν· οὐ γὰρ ἔδει τῆς ἀποστολικῆς λειτουργίας τὴν δόξαν ἁρπάζειν αὐτοὺς, ἀλλ' οὔτε ἔδει ἐξ ἀκαθάρτου γλώττης λαλεῖσθαι τοῦ Χριστοῦ μυστήριον· ὥστε κἂν λέγωσί τι τῶν ἀληθῶν, πιστευέτω μηδείς· οὐ γὰρ διὰ σκότους τὸ φῶς γινώσκεται· καὶ τοῦτο διδάξει λέγων ὁ Χριστοῦ μαθητής· «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ;» ΚΕΦ. Εʹ. Καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ' αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. (A f. 82 b, B f. 54 b, C f. 114 b, H f. 253 b) Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὐτεχνὲς, τὸ ἐπί γε