Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.553
Not analysed yet
τῇ θήρᾳ τῶν τεθηρευκότων τὴν ὑπ' οὐρανὸν, φημὶ δὴ τῶν ἁγίων ἀποστόλων, οἱ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ τοῦ Χριστοῦ γεγόνασι λῖνον· ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. Καὶ γοῦν ἔφη που δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτούς.» Καὶ τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους τε καὶ μυσταγωγούς. Σὺ δέ μοι σκόπει, ὡς οὐ κηρύττει μόνον, ἀλλὰ καὶ σημεῖα ἐπιδείκνυται, ἐνέχυρα τῆς αὐτοῦ παρέχων δυνάμεως, καὶ τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιῶν τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς· ἵν' εἰδεῖεν ὡς πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, κ. τ. λ. (A f. 82 b, C f. 115, H f. 254) Καὶ γοῦν μετὰ τὴν αὐτάρκη διδασκαλίαν, ἐπειδὴ καὶ ἔργον ἔδει θεῖον προσθεῖναι τοῖς λόγοις ἐπ' ὠφελείᾳ τῶν θεωμένων, προσέταξε τοῖς περὶ τὸν Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. Οἱ δὲ δι' ὅλης μὲν ἔφασκον κοπιάσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καθῆκαν τὸ λῖνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων· ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος, τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ λῖνον ἁπλώσαντες, ἀλλ' ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξουσι. Πλὴν ἐκεῖνο ἄθρει· οὐ γὰρ ἰσχύσαντες ἀνελκύσαι τὸ λῖνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ, καὶ διὰ τοῦτο ἀπὸ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως μὴ τολμῶντες λαλῆσαι, ἀπὸ γὰρ τοῦ θαυμάζειν εἰς ἀφωνίαν περιέστησαν, κατένευσαν, φησὶ, τοῖς μετόχοις, δῆλον δὲ ὅτι τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς, καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων, οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελίων ἀνερευνῶντες Γραφὰς, καὶ μετ' ἐκείνους ἕτεροι ποιμένες τε καὶ διδάσκαλοι, καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες· ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τοὺς ἐν βυθοῖς θαλάσσης, κατὰ τὸ γεγραμμένον. τουτέστι τοὺς ἐν ζάλῃ καὶ κύμασιν ὄντας κοσμικοῖς.