Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.561
Not analysed yet
ριος, μία πίστις, ἒν βάπτισμα.» Οὐκοῦν εἰ δύο φασὶν υἱοὺς, δύο δὴ πάντως ἂν εἶεν οἱ κύριοι, δύο δὲ πίστεις, τοσαῦτα δὲ βαπτίσματα. Ψευδομαθήσει οὖν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καθά φησιν αὐτός· ἀλλ' οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Οὐκοῦν ἕνα Κύριον ἴσμεν, τουτέστι μονογενῆ τοῦ Θεοῦ Λόγον σεσαρκωμένον· οὐκ ἀνὰ μέρος τιθέντες ἄνθρωπον καὶ Θεὸν, ἀλλ' αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνθρωπον γενέσθαι διαβεβαιούμενοι, μετὰ τοῦ μεῖναι Θεόν. Ἐπειδὴ λεγέτωσαν οἱ δι' ἐναντίας· Εἰ δύο φασὶν υἱοὺς, ἕνα μὲν ἰδικῶς τὸν ἐκ σπέρματος Δαβὶδ, ἕτερον δ' αὖ ἀνὰ μέρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἆρ' οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τοῦ ἐκ σπέρματος Δαβίδ; Εἶτα τί δράσομεν τὰ δύο ὁρῶντες πτηνὰ, οὐχ ἑτεροφυῆ ὄντα ἀλλήλων, ὁμοειδῆ δὲ μᾶλλον, καὶ κατ' οὐδὲν ἀλλήλων διαφέροντα, κατά γε τοῦ εἶναι τοῦθ' ὅπερ ἐστίν· Οὐκοῦν συγχωρείτωσαν διὰ τὸ τῶν πτηνῶν ὁμοειδὲς, μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον· ἀλλ' οὐκ αὔξονται· πολὺ γὰρ τὸ μεταξὺ θεότητος καὶ ἀνθρωπότητος· πλὴν χρὴ τὰ παραδείγματα κατὰ τὸν αὐτοῖς πρέποντα νοεῖσθαι λόγον· ἡττᾶται γὰρ τῶν ἀληθῶν, καὶ μερικὴν ἔσθ' ὅτε ποιεῖται τῶν σημαινομένων τὴν ἔνδειξιν. Φαμὲν δὲ, ὡς σκιὰ καὶ τύπος ὁ νόμος ἦν, καὶ οἶόν τις γραφὴ παρατιθεῖσα πρὸς θέαν τοῖς ὁρῶσι τὰ πράγματα. Αἱ δὲ σκιαὶ τῆς τῶν γραφόντων ἐν πίνακι τέχνης, τὰ πρῶτα τῶν χρωμάτων εἰσίν· αἷς εἴπερ ἐπενεχθεῖεν τῶν χρωμάτων τὰ ἄνθη, τότε δὴ, τότε τῆς γραφῆς ἀπαστράψει τὸ κάλλος. Ἐπειδὴ οὖν ἔδει τὸν διὰ Μωϋσέως νόμον καταγράψαι σαφῶς τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἐνὶ τῶν ὀρνιθίων ἀποθνήσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδείκνυσιν αὐτὸν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ εἶναι τὸ δρώμενον· ἀλλ' ἐδέχετο μὲν ὡς ἐν ἑνὶ παθόντα τὴν σφαγήν· κατεδείκνυ δὲ τὸν αὐτὸν ἐν ἑτέρῳ ζῶντά τε καὶ ἀφειμένον. Ἀποφῆναι δὲ τὸν ἐπὶ τῷδε λόγον οὐκ ἔξω βαίνοντα τοῦ εἰκότος, δι' ἑτέρας ἱστορίας πειράσομαι. Εἰ γάρ τις τῶν καθ' ἡμᾶς ἐπεθύμησεν ἰδεῖν καταγεγραμμένην ὡς ἐν πίνακι τὴν ἐπὶ τῷ Ἀβραὰμ ἱστορίαν, πῶς ἂν αὐτὸν ἐχάραξε ζωγράφος; Ἆρ' ἐν ἑνὶ πάντα δρῶντα; ἢ ἀνὰ μέρος καὶ ἑτεροίως, ἤγουν ἑτεροειδῶς πλεισταχοῦ τὸν αὐτόν; Οἷον, φημὶ, ποτὲ μὲν ἐφιζήσαντα τῇ ὄνῳ συμπαραληφθέντος τοῦ παιδὸς καὶ ἑπομένων τῶν οἰκετῶν· ποτὲ δὲ αὖ πάλιν ἀπομεινάσης τῆς ὄνου κάτω τοῖς οἰκέταις ὁμοῦ, καταφορτίσαντα μὲν τοῖς ξύλοις τὸν Ἰσαὰκ, ἔχοντα δὲ μετὰ χεῖρας τὴν μάχαιραν καὶ τὸ πῦρ· καὶ μὴν καὶ ἑτέρωθι, τὸν αὐτὸν ἐν εἴδει πάλιν ἑτέρῳ, συμποδίσαντα μὲν τὸ μειράκιον ἐπὶ τὰ ξύλα, ὁπλίσαντα δὲ τῇ μαχαίρᾳ τὴν δεξιὰν, ἵν' ἐπαγάγοι τὴν σφαγήν. Ἀλλ' ἦν οὐχ ἕτερος καὶ ἕτερος Ἀβραὰμ, πλεισταχοῦ τῆς γραφῆς ὁρωμένης ἑτέρως, ἀλλ' ὁ αὐτὸς πανταχοῦ, ταῖς τῶν πραγμάτων χρείαις συγκαθισταμένης ἀεὶ τῆς τοῦ γράφοντος τέχνης· οὐ γὰρ ἦν ἐνδεχόμενον ἐν ἐνὶ