Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.560
Not analysed yet
τὴν πρὸς ἡμᾶς, καὶ ἔλαβε δούλου μορφήν· πλὴν καὶ οὕτως ἄνωθεν ἦν· καὶ δ' οὖν ἔφασκεν Ἰουδαίοις ἐναργῶς προσλαλῶν. «Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.» Καὶ πάλιν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὡς γὰρ ἔφην ἀρτίως, καὶ σὰρξ γεγονὼς, ἤγουν τέλειος ἄνθρωπος, οὐ γήϊνος ἦν, οὐ χοϊκὸς καθ' ἡμᾶς, ἀλλ' οὐράνιος καὶ ὑπερκόσμιος καθ' ὃ νοεῖται Θεός. Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, σαρκὶ μὲν παθόντα κατὰ τὰς Γραφὰς, μείναντα δὲ καὶ ἐπέκεινα τοῦ παθεῖν· καὶ ἀποθνήσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς· ζωὴ γὰρ ὁ Λόγος. Καὶ γοῦν ὁ πάνσοφος μαθητὴς, θανατωθῆναι μὲν αὐτὸν ἔφη σαρκὶ, ζωοποιηθῆναι δὲ πνεύματι. Πλὴν εἰ καὶ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος ἦν ὁ Λόγος, ἀλλ' οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός. Ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ αἵματι τοῦ τετελευτηκότος· πεφυρμένον δὲ τῷ αἵματι, μόνον δὲ οὐχὶ καὶ κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο· ἀναπεφοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός· καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα. Κατεπλήττετο γοῦν ἡ τῶν ἀγγέλων πληθὺς, ἐν εἴδει βλέπουσα τῷ καθ' ἡμᾶς, τὸν βασιλέα τῆς γῆς, καὶ τῶν δυνάμεων Κύριον· καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;» τουτέστιν ἐκ γῆς· «ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ·» διερμηνεύεται δὲ σὰρξ, ἤτοι συνοχὴ καὶ θλίψις. Εἶτα τούτοις προσεπυνθάνοντο· «Τοιαῦται αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου;» Ὁ δὲ πρὸς αὐτούς· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.» Ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾷ οἰκονομικώτατα λίαν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπιδεικνὺς τὰς χεῖρας, καὶ τοὺς ἐν αὐταῖς τῶν ἥλων τύπους ἐκέλευε ψηλαφᾷν καὶ τὰς ἐν τῇ πλευρᾷ διατρήσεις, οὕτω καὶ ἐν τῷ οὐρανῷ γεγονὼς, πεπληροφόρηκε τοὺς ἁγίους ἀγγέλους ὅτι δικαίως τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκβέβληται καὶ ἀπώλισθεν ὁ Ἰσραήλ· διὰ τοῦτο πεφυρμένον ἐν αἵματι τὸ ἄμφιον, καὶ τὰς ἐν χερσὶν ἐπεδείκνυτο πληγὰς, οὐκ ἀναποβλήτους ἔχων αὐτάς· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, ἀπεδύσατο τὴν φθορὰν, καὶ σὺν αὐτῇ πάντα τὰ ἐξ αὐτῆς· ἀλλ' ἵνα οἰκονομικῶς νῦν γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ. Ἀλλ' ἵσως ἐρεῖ τις· Πῶς οὖν ἕνα καὶ τὸν αὐτὸν φὴς Υἱὸν καὶ Κύριον Ἰησοῦν Χριστὸν, καίτοι δύο παρενηνεγμένων ὀρνιθίων; Ἢ τάχα που καταδείξειεν ἂν οὐκ ἀσυμφανῶς ὁ νόμος, ὡς δύο πάντως εἰσὶν υἱοὶ καὶ Χριστοί; Καὶ δυσσεβείας μὲν εἰς τοῦτο κατεβιβάσθησαν ἤδη τινὲς, ὡς οἴεσθαί τε καὶ λέγειν, ἕτερον μὲν εἶναι Χριστὸν ἰδικῶς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δ' αὖ τὸν ἐκ σπέρματος Δαβίδ· ἡμεῖς δέ φαμεν τοῖς ὧδε ταῦτ' ἔχειν ἐξ ἀμαθίας ὑπειληφόσιν· Ὁ θεσπέσιος γράφει Παῦλος· «Εἷς Κύ-