Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.573
Not analysed yet
Χριστὸς οὐ χρείαν εἶχε νηστείας πρὸς κατόρθωσιν ἀρετῆς, παντὸς ὢν πάθους, ὡς Θεὸς, ἐλεύθερος· πλὴν οὔτε οἱ συνόντες αὐτῷ, μεταλαμβάνοντες τῆς δι' αὐτοῦ χάριτος, καὶ ἰσχυροποιούμενοι, καὶ τὴν ἀρετὴν ἐργαζόμενοι καὶ δίχα νηστείας· εἰ δὲ καὶ ἐνήστευσε τὰς τεσσαράκοντα ἡμέρας, οὐχ ἵνα νεκρώσῃ ἐν ἑαυτῷ τὰ πάθη, ἀλλ' ἵνα τοῖς ἀνθρώποις τὸν τῆς ἐγκρατείας ἐν ἑαυτῷ διαγράψῃ νόμον. Εἰκότως τοίνυν ἀπολογεῖται λέγων ταῦτα ἅπερ ἐπάγει ὁ εὐαγγελιστής. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ' αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν; (A f. 90, H f. 279 b) Ἄθρει δή μοι πάλιν, πῶς αὐτοὺς ἀποφαίνει Χριστὸς οὐ μετεσχηκότας τῆς ἑορτῆς, ἀλλ' ἠμοιρηκότας εἰσάπαν τῆς ἐπ' αὐτῷ θυμηδίας, ἔξω τε κειμένους πανηγύρεως οἰκουμενικῆς· πανήγυρις γὰρ, καὶ ἕτερον οὐδὲν, ἡ τοῦ Σωτῆρος ἡμῶν εἰς τόνδε τὸν κοσμὸν ἀνάδειξις, καθάπερ τινὰ νύμφην συνάπτουσα νοητῶς αὐτῷ τὴν ἀνθρώπου φύσιν· ἵν, ἡ πάλαι στείρα, εὔκαρπος γένηται καὶ γονιμωτάτη. Οὐκοῦν τοῦ μὲν νυμφῶνος υἱοὶ πάντες, ὅσοι κέκληνται παρ' αὐτοῦ διὰ τοῦ νέου τε καὶ εὐαγγελικοῦ κηρύγματος· οὐκέτι δὲ καὶ οἱ Γραμματεῖς καὶ Φαρισαῖοι, μόνῃ προσέχοντες τῇ τοῦ νόμου σκιᾷ. —(A f. 90, H f. 180 b) Ἐπειδὴ δὲ ἅπαξ τοῖς τοῦ νυμφῶνος υἱοῖς συγκεχώρηκε τὸ ὡς ἐν καιρῷ καὶ χρείᾳ μὴ χρῆναι πονεῖν, ὡς ἑορτὴν τελοῦντας πνευματικὴν, ἵνα μὴ ἀπόβλητος ἡ νηστεία γένηται παρ' ἡμῖν εἰς ἅπαν, οἰκονομικώτατα λίαν ἐπιφέρει λέγων· Ἐλεύσονται δὲ ἡμέραι καὶ ὅτε ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. (A f. 90, H f. 280 b) Πάντα γὰρ καλὰ ἐν καιρῷ αὐτῶν. Τί δέ ἐστι τὸ ἀρθῆναι ἀπ' αὐτῶν τὸν νυμφίον; Τὸ ἀναληφθῆναι δηλονότι. Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτούς, κ. τ. λ. (A f. 90 b, B f. 60 b, G f. 12, H f. 281) Ὅτι δὲ ἀπαράδεκτα τοῖς τὴν νομικὴν ἔχουσιν ἀγωγὴν τὰ διὰ Χριστοῦ θεσπίσματα, καὶ ἀχώρητά πώς εἰσιν ἀνθρώπων καρδίαις οὔπω λαχούσαις τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀνακαινισμὸν, διαδείκνυσι λέγων ὁ Κύριος, μὴ δύνασθαι ῥάκος ἱματίου καινῷ προσβάλλεσθαι· μήτε μὴν ἀσκοὺς παλαιοὺς οἶνον νέον δύνασθαι χωρεῖν. Πεπαλαίωται μὲν γὰρ ἡ πρώτη διαθήκη, καὶ οὐκ ἦν ἄμεμπτος· οὐκοῦν οἱ ταύτῃ προσκαθήμενοι, καὶ τὴν γηράσασαν ἐντολὴν εἰς νοῦν ἔχοντες, ἀμέτοχοι μέν εἰσι τῆς ἐν Χριστῷ καινότητος· «Πάντα γὰρ γέγονεν ἐν αὐτῷ καινά·» σεσαθρωμένην δὲ τὴν διάνοιαν ἔχοντες, ἀσύμβατοί τε καὶ ἀσυναφεῖς εἰσι τοῖς τῆς νέας διαθήκης ἱερουργοῖς. Καὶ γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς.» Ψάλλει δὲ καὶ Δαβίδ· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Προστετάγμεθα δὲ καὶ ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι