Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.576
Not analysed yet
δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Συμβουλεύει δὲ καὶ Παῦλος λέγων· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον.» Οὐκοῦν οἱ μήπω τὸν ἐν πνεύματι λαχόντες ἀνακαινισμὸν, οὐδὲ δοκιμάζειν ἴσασι τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ τέλειον· ἀσκὸς τοιγαροῦν παλαιὸς, ἡ τῶν Ἰουδαίων καρδία· καὶ οὐ κεχώρηκε διὰ τοῦτο τὸν οἶνον τὸν νέον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, τὸ καρδίαν εὐφραῖνον ἀνθρώπου. Ἡμᾶς δὲ μεστοὺς τῶν τοιούτων ἀγαθῶν ἀπέφηνεν ὁ Χριστός. ΚΕΦΑΛ. ϛʹ. Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάββασι, (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἔτι καινὴν διαθήκην ἡμῖν ὑπισχνεῖται Θεὸς, ὡς παλαιωθείσης τῆς πρώτης, καὶ ἐγγὺς γενομένης ἀφανισμοῦ, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Καί γέ φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Οὐκοῦν εἰ ἑτέρα παρὰ τὴν πρώτην ἐστὶ καὶ δευτέρα ἡ καινὴ, πᾶσά πως ἀνάγκη τοὺς ἀποπεραίνειν αὐτὴν ἐθέλοντας οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι νόμοις, ἀλλὰ τοῖς εἰς καινότητα πολιτείας εὐαγγελικῆς ἀποφέρειν εἰδόσιν. Ἀλλ' οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἐσχηκότας ἔνεστιν ἰδεῖν τοὺς Γραμματέας τε καὶ Φαρισαίους· ἀνεπιστήμονες γὰρ παντελῶς τῶν ἱερῶν εἰσι Γραμμάτων· εἶς δὲ γέγονεν αὐτοῖς ὁ σκοπὸς, τὸ διασύρειν ἀεὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα. Ἐφεδρεύουσι γοῦν τοῖς ἁγίοις ἀποστόλοις, ἑπομένοις ἀπερισπάστως τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καί φασιν αὐτῷ περὶ αὐτῶν· Ἰδοὺ τοῖς νομικοῖς ἐντάλμασιν ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· δρῶσι γὰρ ὃ οὐκ ἔξεστι ποιεῖν τοῖς Σάββασι· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν Σαββάτῳ, καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου, περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. Σὺ δὲ αὐτὸς εἰπέ μοι, τὴν σαββατικὴν σαυτῷ τράπεζαν παραθεὶς, οὐ συνθραύεις τὸν ἄρτον; Τί οὖν ἑτέρους αἰτιᾷ; Ἵνα δέ σοι καὶ αὐτοὺς ἐπιτειχίσωμεν τοῦ Σωτῆρος τοὺς λόγους, ἄκουε· Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς; Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβίδ; κ. τ. λ. (A f. 91 b, B f. 61 b, H f. 284 b) Ἀλλὰ καίτοι ταῦτα πεπραχὼς ὁ Δαβὶδ, παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ' ἡμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης. Οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, «Κρῖμα δίκαιον κρίνατε, καὶ οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» πῶς τοὺς ἐμοὺς, φησὶ, κατεκρίνατε μαθητὰς, καὶ εἰς δεῦρο θαυμάζοντες ὡς