Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.577
Not analysed yet
ἅγιον καὶ προφήτην τὸν μακάριον Δαβὶδ, καίτοι τὴν Μωϋσέως ἐντολὴν οὐ τετηρηκότα; —(A f 92, B f. 287) Διὰ μὲν οὖν τῶν ἄρτων, σαφῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ δείκνυται προκεισόμενος ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν. Ὅσα δὲ σκεύη τῆς τραπέζης, δι' ὧν ἡ μυστικὴ χρεία πληροῦται, τῶν θείων κειμηλίων τύπος ἂν εἴη σαφής. —Πνευματικῶς δὲ τοὺς δώδεκα ἀποστόλους· περὶ ὧν ἑξῆς δὲ εἰρήσεται, ὅτε εἰς αὐτοὺς δὴ τοὺς μαθητὰς ἡμῖν ὁ λόγος περιελεύσεται. Καὶ ἐδίδασκεν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. (A f. 92 b, B f. 61 b, G f. 12 b, H f. 288 b) Ἐδίδασκε δὲ πάντως που τὰ ὑπὲρ νοῦν, καὶ ὅσα τῆς δι' αὐτοῦ σωτηρίας ἐμφανῆ καθίστη τὴν ὁδὸν τοῖς ἀκροωμένοις· εἶτα ταῖς μυσταγωγίαις ἑπομένην εὐθὺς τῆς θεοπρεποῦς ἰσχύος ἐποιεῖτο τὴν ἐπίδειξιν, μονονουχὶ καταλεαίνων τῷ λόγῳ τὴν εἰς τὸ πιστεύεσθαι τρίβον· μεθίστησι γὰρ ἔσθ' ὅτε τὸ θαῦμα πρὸς πίστιν, κἂν ἀπιστῆται λόγος. Φαρισαῖοι δὲ παρετηροῦντο αὐτὸν, εἰ ἐν Σαββάτῳ θεραπεύσει. Τοιοῦτος γάρ ἐστι βάσκανος ἀνήρ· τὰς ἑτέρων εὐφημίας τροφὴν ποιεῖται τῇ νόσῳ, καὶ ταῖς ἑτέρων εὐκλείαις ἀδίκως ἐπιμαίνεται. Καὶ τί πρὸς τοῦτο πάλιν ὁ πάντα εἰδὼς, ὁ τὰς καρδίας ἐτάζων καὶ γινώσκων τὰ ἐν αὐταῖς; «Τὸ γὰρ φῶς μετ' αὐτοῦ ἐστι,» κατὰ τὸ γεγραμμένον. Εἶπε τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· «Στῆθι εἰς τὸ μέσον.» Καὶ τίς ὁ λόγος τοῦ πράγματος; Τάχα ὅπως καλέσῃ πρὸς ἔλεον τὸν ἀπηνῆ καὶ ἀφιλοικτείρμονα Φαρισαῖον· τάχα δυσωπήσει τὸ πάθος αὐτοὺς, καὶ τὰς τοῦ φθόνου φλόγας ἠρεμεῖν ἀναπείσει. Ἐπερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; κ. τ. λ. (A f. 92 b, H f. 289) Σοφωτάτη δὲ λίαν ἡ πεῦσις, πρέπουσα ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις. Εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν Σαββάτῳ, καὶ τὸ κωλύον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τῆς κατὰ Χριστοῦ συκοφαντίας τὰς ἀφορμὰς, καὶ τῆς σαυτοῦ κεφαλῆς καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Υἱόν. Ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβίδ· «Καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.» Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν Σαββάτῳ, καὶ κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχὴν, γέγονας τοῦ νομοθέτου κατήγορος· διαβέβληκας ἐντολὴν, ἐφ' ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. Ἀλλ' οὐχ ἑαυτῷ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ Σαββάτῳ τέθεικε νόμον, ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα. Καλῶς ἔφης· ἐπαινῶ τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ Θεῖον ἐλεύθερον. Πῶς οὖν αἰτιᾷ καὶ ἐν Σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; Ὅταν δὲ καὶ ἐπὶ τῷ Σαββάτῳ τεθέντα νόμον πολυπραγμονεῖν ἐθέλωμεν,