Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.588
Not analysed yet
δὲ τῆς ὑπ' οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. Τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου, λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ Σατανᾶ· «Οὐαὶ, ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς·» ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. Ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ, συνήγαγεν ὁ Σατανᾶς, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ' ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους, καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ' οὐρανόν. Ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ. (A f. 94 b) Ἄθρει δή μοι τῆς χειροτονίας τὸν τρόπον· οὐ γὰρ ἐν παραβύστῳ καὶ λεληθότως πεπράχθαι φησὶν αὐτὸς ὁ σοφώτατος εὐαγγελιστὴς, συναγηγερμένων δὲ μᾶλλον πολλῶν μαθητῶν ὄχλου τε πολλοῦ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας, καὶ ἐκ τῆς παραλίου Τύρου καὶ Σιδῶνος. Οὗτοι δὲ ἦσαν εἰδωλολάτραι, ἤγουν ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις χωλεύοντες, καὶ τιμῶντες μὲν ἐκ μέρους τὰ τῶν Ἰουδαίων ἔθη, τῶν γε μὴν τῆς εἰδωλολατρίας αἰτιαμάτων οὐκ εἰσάπαν ἀποφοιτήσαντες. Πέπρακται τοίνυν ἡ χειροτονία, τούτων πάντων παρόντων, καὶ ἐφ' ἅπασαν τὴν ὑπ' οὐρανὸν τέθεινται μυσταγωγοί· ὃ δὴ καὶ πεπράχασι, καλοῦντες μὲν Ἰουδαίους ἐκ νομικῆς λατρείας, τοὺς δέ γε τῶν δαιμονίων θεραπευτὰς ἐκ πλάνης Ἑλληνικῆς, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ἀναδείξας δὲ τοὺς ἁγίους ἀποστόλους, πλείστων ὄσων καὶ ἀξιαγάστων σημείων γέγονεν ἀποτελεστὴς, δαιμονίοις ἐπιπλήττων, ἀνιάτων ἀῤῥωστημάτων ἐλευθερῶν τοὺς προσιόντας αὐτῷ, καὶ θεοπρεπεστάτην ἀποφαίνων τὴν ἑαυτοῦ δύναμιν· ἵν' εἰδεῖεν οἱ ἐπ' αὐτῷ συνδεδραμηκότες Ἰουδαῖοί τε καὶ οἱ ἐκ τῆς Ἑλλήνων χώρας, ὅτι τετίμηνται τῷ τῆς ἀποστολῆς ἀξιώματι παρὰ Χριστοῦ, καὶ οὐχ ἑνὸς ὄντος τῶν καθ' ἡμᾶς ἀνθρώπου κοινοῦ, Θεοῦ δὲ μᾶλλον ὡς ἐνανθρωπήσαντος Λόγου, καὶ τὴν ἰδίαν σώζοντος δόξαν· «Δύναμις γὰρ παρ' αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.» —(C f. 118) Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν παρ' ἑτέρου Χριστὸς, ἀλλ' αὐτὸς ὢν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν, ἰᾶτο πάντας. Εἰ δὲ βούλει καὶ τὴν ἑρμηνείαν τῶν ἀποστολικῶν μαθεῖν ὀνομάτων, ἴσθι ὅτι Πέτρος μὲν ἑρμηνεύεται, ἐπιλύων, ἢ ἐπιγνούς· Ἀνδρέας δὲ, δύναμις εὐπρεπὴς, ἢ ἀποκρινόμενος· Ἰάκωβος, πτερνιστὴς πόνου· Ἰωάννης, Κυρίου χάρις· Ματθαῖος, δεδωρημένος· Φίλιππος, στόμα χειρῶν, ἢ στόμα λαμπάδος· Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα· Θωμᾶς, ἄβυσσος, ἢ δίδυμος· Ἰάκωβος Ἀλφαίου, πτερνισμὸς βαδίσεως ζωῆς· Ἰούδας, ἐξομολόγησις· καὶ Σίμων, ὑπακοή.