Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.589
Not analysed yet
Μακάριοι οἱ πτωχοί. (A f. 95 b, B f. 63 b, C f. 118) Εἰς καινότητα μὲν οὖν ζωῆς εὐαγγελικῆς μετὰ τὴν χειροτονίαν καταῤῥυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά φησι. Περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα ἔλεγεν, ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν· ἵνα νοῶμεν πτωχὸν τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος. Καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ναὶ μὲν καὶ αὐτὸς ὁ Σωτήρ· «Μάθετε ἀπ' ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς, οὐ προσκειμένου τοῦ, πνεύματι. Οὕτω δέ φασιν οἱ εὐαγγελισταὶ, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα· καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τὸ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς· ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις, τοὺς φιλοκερδείας κρείττονας, καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀναδείκνυται, λέγων· «Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσι.» Προσετίθει δὲ τούτοις, ὡς «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμα, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. Τίνες δέ εἰσιν οὗτοι; Οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγοντος· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς,» κ. τ. λ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. (A f. 97 b, B f. 64 b, G f. 14 b) Καί τοι πάλιν ἐν τῷ Ματθαίῳ φησί· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται·» ἐνταῦθα δὲ τοὺς πεινῶντας ἁπλῶς, μακαρίους ἔσεσθαί φησι. Φαμὲν οὖν ὅτι μέγα μὲν καὶ ἐξαίρετον τὸ πεινῇν καὶ διψῇν τὴν δικαιοσύνην, τουτέστι, καθάπερ τινὸς τροφῆς καὶ ποτοῦ μεταποιεῖσθαι φιλεῖν τῶν εἰς εὐσέβειαν σπουδασμάτων· τοῦτο γὰρ ἡ δικαιοσύνη δηλοῖ. Ἐπειδὴ δὲ χρὴ ταῖς ἀρτίως ἡμῖν εἰρημέναις ἐκδόσεσιν ἑπομένην ἀποφῆναι καὶ τὴν ἐν τούτοις διάνοιαν, πάλιν ἐκεῖνό φαμεν· ἐμακάρισεν ὁ Σωτὴρ τοὺς τὴν ἐθελούσιον ἀγαπῶντας πτωχείαν, ὑπέρ γε τοῦ καλῶς καὶ ἀπερισπάστως τὸν ἀποστολικὸν διανῦσαι δρόμον. Τῷ γὰρ