Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.601
Not analysed yet
ρίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει·» τουτέστι, εἰ δέ τις μὴ ἔχοι, οὐχ ἥμαρτε τοῦτο μὴ δρῶν· καθ' ὃ γὰρ ἂν ἔχοι, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Τοῦτο καὶ ὁ διὰ Μωϋσέως ὑπετύπου νόμος· προσεκόμιζον γὰρ εἰς θυσίαν τῷ Θεῷ, τὸ κατὰ χεῖρά τε καὶ ἰσχὺν, ἕκαστος τῶν ὑπὸ τὸν νόμον· οἱ μὲν μόσχους, οἱ δὲ κριοὺς, ἢ ἀμνοὺς, ἢ τρυγόνας, ἢ περιστερὰς, ἢ σεμίδαλιν ἐλαιοβρεχῆ. Πλὴν ὁ καὶ τοῦτο προσάγων τὸ οὕτω μικρὸν καὶ εὐπόριστον, διὰ τὸ μόσχον μὴ ἔχειν, ἴσος ἦν ἐκείνῳ κατὰ πρόθεσιν. Εἶπε δὲ παραβολὴν αὐτοῖς. (A f. 111, B f. 67 b) Ἀναγκαιοτάτην ταύτην τῶν εἰρημένων προσέθηκε τὴν παραβολήν. Ἔμελλον ἔσεσθαι μυσταγωγοὶ καὶ διδάσκαλοι τῆς ὑπ' οὐρανὸν οἱ μακάριοι μαθηταί· ἔδει τοίνυν αὐτοὺς ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ἀναφαίνεσθαι τῶν ἁπάντων, ἐχρῆν εἰδέναι τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, καὶ τεχνίτας εἶναι πρὸς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀκριβῆ καὶ σωτήριον καὶ ἀποξεσμένον εἰς ἀλήθειαν ἐνιέναι λόγον τοῖς πεπαιδευμένοις· ὡς ἤδη προαναβλέψαντας, καὶ τῷ θείῳ φωτὶ καταλαμπομένην τὴν διάνοιαν ἔχοντας· ἵνα μὴ τυφλοὶ τυφλῶν εἶεν ὁδηγοί· οὐ γὰρ οἱ ἐν σκότῳ τῆς ἀγνωσίας ἐνισχημένοι, τοὺς τὰ ὅμοια νοσοῦντας, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁδηγήσειεν· εἰ γὰρ τοῦτο βουληθεῖεν, εἰς τὸν βόθρον τῶν παθῶν ἀμφότεροι ἐγκυλισθήσονται. Εἶτα τὸ φιλόκομπον πάθος τῆς ἀλαζονείας τῶν πολλῶν ἀναιρῶν, ἵνα μὴ τῶν διδασκόντων φιλονικοῖεν ὑπερβαίνειν τιμὴν, ἐπήγαγεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ.» Κἂν εἰ γένοιτο προελθεῖν εἰς τοῦτό τινας ὥστε καὶ ἰσάμιλλον τοῖς παιδεύουσι κατακτήσασθαι τὴν ἀρετὴν, εἰς τῶν διδασκόντων στήσονται μέτρον, κἀκείνων ἔσονται μιμηταί· καὶ πιστώσει πάλιν ὁ Παῦλος, λέγων· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» Τοῦ τοίνυν διδασκάλου μήπω κρίνοντος, τί κρίνεις αὐτός; Οὐ γὰρ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλ' ἐλεῆσαι. —(A f. 111) Κατὰ δέ γε τὴν προτέραν διάνοιαν, Εἰ ἐγὼ, φησὶν, οὐ κρίνω, μηδὲ σὺ ὁ μαθητής· εἰ δὲ καὶ μείζοσιν ἐνέχῃ ἐφ' οἷς ἕτερον κρίνεις, πῶς οὐκ ἂν αἰσχυνθείης εἰς αἴσθησιν ἐλθών; Τοῦτο διὰ παραβολῆς ἑτέρας ὁ Κύριος παρίστη λέγων· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; (A f. 111, B f. 68, C f 119) Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει συλλογισμῶν, ἀποσχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους, τὰς ἑαυτῶν δὲ μᾶλλον καρδίας περιεργάζεσθαι καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάττεσθαι ζητεῖν, αἰτοῦντας τοῦτο παρὰ Θεοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις, ἀφεὶς τὰ κατὰ σαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; Οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις. Εἰ μὲν εἶεν