Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.600
Not analysed yet
Μὴ κρίνετε, καὶ οὐ μὲ κριθῆτε. (A f. 110, C f. 119) Παγχάλεπον ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν. Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσιν, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι νοσοῦντες τὰ ἴσα τοῖς παρ' αὐτῶν διαβεβλημένοις, ἑαυτοὺς κατακρίνουσι. Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.» Καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν, ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τούτων, καὶ παρακαλεῖν αὐτοὺς, καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιάμασιν. Ὁ γὰρ κρίνων τὸν ἀδελφὸν, καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής.» Ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης ψυχῆς εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὢν, τί κρίνεις τὸν πλησίον; Ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων· εἰ δὲ τολμᾷς κατακρίνειν, καίτοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους· ὅ γε μὴν συνέσει κυβερνώμενος, οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, οὐδὲ τί ἐστι τὸ φαῦλον ἐν τῷ πέλας περιεργάζεται, ἀλλ' ἐν τοῖς ἰδίοις ἐνατενίζει κακοῖς· τοιοῦτος ἦν ὁ μακάριος Ψαλμῳδὸς, προσπίπτων Θεῷ καὶ λέγων ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Ποτὲ δὲ πάλιν τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν προϊσχόμενος, εὔλογον ἀπῄτει συγγνώμην, λέγων· «Μνήσθητι ὡς χοῦς ἐσμεν. Δίδοτε, καὶ δοθήσεται ὑμῖν. (A f. 111, C f. 119) Γείτονα ὥσπερ ταῖς εἰρημέναις ἐπιεικείαις τὸν περὶ τῆς ἐλεημοσύνης ποιεῖται λόγον· ἄριστον γὰρ τὸ χρῆμα, καὶ Θεῷ θυμηρέστατον, καὶ ὁσίαις ψυχαῖς ὅτι μάλιστα πρέπον· «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν.» Ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀνταπόδοσιν παρὰ τοῦ πάντα πλουσίως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν εἰπών· «Μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Καὶ δοκεῖ μέν πως εἰσφέρεσθαι τῷ πρώτῳ τὸ δεύτερον· εἰ γὰρ μέτρον ὑπερεκχυνόμενον ληψόμεθα, πῶς ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν; Ἔοικε γὰρ ἐν τούτοις ἰσότης μᾶλλον οὐ πλεονασμὸς εἶναί τις τῆς δοθησομένης ἡμῖν ἀμοιβῆς. Τί οὖν ἄρα φαμέν; Ἀπαλλάξει πραγμάτων ἡμᾶς ὁ σοφώτατος Παῦλος, τῶν ζητουμένων τὴν λύσιν ἐπενεγκών· ἔφη γὰρ, ὅτι «Ὁ σπείρων φειδομένως, ἀντὶ τοῦ, συμμέτρως καὶ συνεσταλμένῃ χειρὶ, φειδομένως καὶ θε-