Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.608
Not analysed yet
ἀλήθεια ἐλευθεροῖ ὑμᾶς.» Οὐκοῦν τῆς ἐλευθερίας τὴν δόσιν διὰ τῆς ὑπακοῆς κερδαίνομεν· τοῦτο δέ ἐστιν ἡ ὑπ' αὐτῷ δουλεία· τοῦτο καὶ υἱοὺς ἡμᾶς ἀποτελεῖ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους αὐτοῦ τοῦ Χριστοῦ. Καὶ αὐτός σε πάλιν πιστώσεται λέγων· «Πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας·» ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. «Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε.» Οὐκοῦν εἰ Δεσπότην ὀνομάζομεν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ποιῶμεν ἃ λέγει· «Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁποία γε μὴν ἡ ὄνησις ἐν τῷ βούλεσθαι τηρεῖν τὰ προστεταγμένα, τί δ' ἂν γένοιτο βλάβος ἐν τῷ μὴ ὑποτάττεσθαι θέλειν, αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Πᾶς ὁ ἐρχόμενος πρός με, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, κ. τ. λ. (Af. 112 b, Ef. 68 b) Ὁ γὰρ εὐπειθὴς καὶ εὐάγωγος, οὐκ ἀκροατὴς νόμου γενόμενος μᾶλλον, ἀλλὰ ποιητὴς ἔργων, ἑδραιοτάτην ἕξει τὴν στάσιν, τὴν ἐν παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ· ἔσται δὲ οἰκίᾳ παραπλήσιος ἱδρυμένῃ καλῶς, καὶ ἀκατάσειστον ἐχούσῃ τὸν θεμέλιον· ὥστε κἂν χειμάῤῥου δίκην ἤτοι πλημμύρας ὑδάτων προσβάλωσιν οἱ πειρασμοὶ, καὶ ἡ τῶν ἐν ἡμῖν παθῶν ἀγριότης, πείσεται τῶν ἀπευκτῶν οὐδέν. Ὁ δὲ μόνην ὑπέχων τὴν ἀκοὴν οἷς ἂν λέγοι Χριστὸς, ἀπόθετον δὲ εἰς νοῦν ἔχων οὐδὲν, οὔτε μὴν κατορθώσας τι τῶν κεκελευσμένων, ἔσται πάλιν οἰκίᾳ προσεοικὼς ἑτοιμοτάτῃ πρὸς πτῶσιν· κατενεχθήσεται γὰρ ἐφ' ἃ μὴ θέμις, κατερεθιζούσης ἡδονῆς, καὶ εἰς τοὺς τῆς ἁμαρτίας ἐκφερούσης βόθρους. —(B f. 68 b) Δεῖ γὰρ διὰ τῆς καθ' ἡμέραν ἀσκήσεως βεβαιοῦν ἑαυτοὺς τοῖς τοῦ Κυρίου παραγγέλμασιν, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων προσβαλοῦσα ἡδονὴ, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσῃ· ἀλλ' ἐνευδοκιμήσῃ τοῖς ἐναντίοις πράγμασιν, ἀκατάλυτος οὖσα ἡ ἀρετή· καὶ μὴ τῷ πτώματι περιφανεῖς, ἀλλὰ τῇ νίκῃ γενώμεθα. Περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσιν. Ἀθλίους δὲ ποιεῖ τοὺς ἀνθρώπους ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον· οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χειμάῤῥους τῶν τοῦ πονηροῦ προσπαιγμάτων ὑφελκύσας, τὴν ὑποβάθραν διέλυσέ τε καὶ διεσκόρπισε, μηδὲ ὀλίγον ἐπισχόντα πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. ΚΕΦ. Ζʹ. Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. (A f. 114) Ὁσίᾳ δὴ οὖν ψήφῳ Θεοῦ τῆς μὲν πρὸς