Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.609
Not analysed yet
αὐτὸν οἰκειότητος ἀπώλισθεν ὁ Ἰσραήλ· ἀντεισκέκληται δὲ καὶ προσελήφθη τὰ ἔθνη, ἑτοιμοτέραν ἔχοντα τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Καὶ πιστώσεται πάλιν ἡμᾶς τοῦτο λέγων ὁ θεσπέσιος Μελῳδὸς περὶ αὐτῶν· ποτὲ μέν· «ὅτι Τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν, προσέσχε τὸ οὖς σου·» ποτὲ δέ· «Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν.» Εἰ γὰρ καὶ πολλαῖς ἁμαρτίαις ἦσαν βεβαρημένοι, ἀλλ' ὅμως ἐτάχυναν πρὸς παραδοχὴν τῶν Χριστοῦ παιδευμάτων. Περὶ δέ γε τοῦ Ἰσραὴλ προφητικός φησι λόγος· «Ἀπώσεται αὐτοὺς ὁ Θεὸς ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν. Ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν. (A f. 115 b) Ὅρα δὲ πῶς παραδόξοις συνείρει παράδοξα. Καὶ ἐκεῖ μὲν καλούμενος ἀπαντᾷ· ἐνταῦθα μὴ καλούμενος παραγίνεται· οὐδεὶς γὰρ αὐτὸν ἐκάλει ἐπὶ νεκροῦ ἀνάστασιν, ἀλλ' αὐτόκλητος ἐπὶ ταύτην ἀφικνεῖται. Οἰκονομικώτατα δέ μοι δοκεῖ, τῷ πρώτῳ συνάψαι καὶ τοῦτο· οὐδὲν γὰρ ἦν τὸ ἀπεικὸς ἐννοεῖν, ὡς ἐνστήσεταί τις ἔσθ' ὅτε τῇ τοῦ Σωτῆρος δόξῃ μαχόμενος, εἶτα λέγων· Τί τὸ θαῦμα ἐπί γε τῷ παιδὶ τοῦ ἑκατοντάρχου τετελεσμένον; Ἄῤῥωστος ἦν, οὐ πάντως ἔμελλε τελευτᾷν· καὶ τοῦτο γέγραφεν ὁ εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος· ἵνα τοίνυν τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξῃ γλῶσσαν, τεθνεῶτι τῷ νεανίσκῳ Χριστὸν ὑπαντῆσαί φησι, μονογενεῖ υἱῷ χήρας· ἐλεεινὸν τὸ πάθος καὶ θρῆνον κινῆσαι δυνάμενον, καὶ δακρύων ἀφορμάς· εἵπετο δὲ τῷ πάθει μεθύουσα καὶ παρειμένη λοιπὸν ἡ γυνὴ, καὶ πολλοὶ σὺν αὐτῇ. Προσελθὼν ἤψατο τῆς σοροῦ. (A f. 115 b) Διὰ τί δὲ οὐ λόγῳ μόνον ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; Ἵνα γνοίης ὡς ἔστιν ἐνεργὲς πρὸς σωτηρίαν ἀνθρώπου τὸ ἅγιον σῶμα Χριστοῦ· σῶμα γάρ ἐστι ζωῆς, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου καὶ τὴν αὐτοῦ πεφόρηκε δύναμιν. Ὥσπερ γὰρ σίδηρος ὁμιλήσας πυρὶ, τὰ πυρὸς ἐνεργεῖ, καὶ τὴν αὐτοῦ χρείαν πληροῖ, οὕτως, ἐπειδήπερ ἰδία γέγονε τοῦ Λόγου ἡ σὰρξ τοῦ τὰ πάντα ζωογονοῦντος, ταύτῃ τοι ζωοποιός τι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική· ζωοποιὸν γὰρ τὸ σῶμα Χριστοῦ εἶναι πιστεύομεν, ἐπείπερ ἐστὶ τοῦ ζῶντος Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχον αὐτοῦ τὴν ἐνέργειαν. Οὐκ ἠρκέσθη τοίνυν μόνῳ τῷ προστάξαι, καίτοι λόγῳ κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ' ἐπετίθει τῇ σορῷ καὶ τὰς χεῖρας, δεικνὺς ὡς καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν ἔχει. Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεὸν, κ. τ. λ. (A f. 115 b, C f. 120 b) Μέγα καὶ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λαῷ· μικρὸν γὰρ ὕστερον οὐδὲ προφήτην οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτόν· ἀλλὰ τὸν θανάτου καταλυτὴν θανάτῳ παραδίδωσιν· οὐκ εἰδότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ' ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο.