Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.617
Not analysed yet
θέντες, καὶ θείας κοινωνοὶ γενόμενοι φύσεως. Οὐκοῦν κἂν ἐλάττονες ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, κατά γε τὴν τῆς ζωῆς ἁγιότητά φημι, ἀλλ' ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καίτοι τοιοῦτος ὑπάρχων εἰς ἀρετὴν ὁ Βαπτιστὴς, ὁμολογεῖ σαφῶς ἐν χρείᾳ καθεστηκέναι τοῦ ἁγίου βαπτίσματος· «Ἐγὼ γὰρ, φησὶ, χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Οὐκ ἂν δὲ ἐδεήθη, εἰ μή τι πλέον ἦν ἐν αὐτῷ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης ὑπερκείμενον. Κἀκεῖνο δὲ τὸ, ἐκ τῶν Ἰωάννου ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, οὐκ εἴρηται ὡς οὐδενὸς πρὸ αὐτοῦ ταύτην ἁρπάσαντος. Ποῖ γάρ ποτε τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; Ἀλλ' ὅτι κατὰ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; κ. τ. λ. (B f. 71 b). Μὴ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὰς εἶχεν ἐντολάς; καὶ γράμματα, καὶ δόγματα, καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ λαμπρὸς ἦν κατὰ τὸ φαινόμενον; Οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐκ αὐτοσχέδιον εἶχε τροφήν; Μή τι τοιοῦτον προετρέψατο ὑμᾶς ἐκεῖ ἀπελθεῖν; Εἰ δὲ ὡς εἰς προφήτην χρησίμως ἐξήλθετε, ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Ὁ μὲν γὰρ προφήτης προλέγει μόνον, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν, εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ' ὅτι ἀγγέλου ἔργον ἐποίησεν, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν. Εἶτα τὸ, «περισσότερον προφήτου,» παρατιθέμενος, τὸ, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἔμπροσθέν σου,» διηγεῖται. Μείζων γὰρ προφήτου ὁ μαρτυρούμενος ὑπὸ Θεοῦ, ὅτι ἄγγελος αὐτοῦ ὢν, ἀποστέλλεται πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσων τὴν ὁδὸν αὐτοῦ. Μαρτυρία γὰρ μεγάλη περὶ Ἰωάννου, «καὶ περισσότερον προφήτου.» Ὅτι προφητευομένου τοῦ Χριστοῦ ἐλεύσεσθαι, καὶ οὗτος συμπροεφητεύθη αὐτῷ, ὡς προελευσόμενος αὐτοῦ ὁ ἄγγελος. Μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν. (B f. 72). Ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ' υἱοὶ Θεοῦ χρηματίζουσι· «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» καὶ ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ