Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.616
Not analysed yet
θεοσημείας, καὶ πολλοὺς ἐθεράπευσεν· οὐκ ἐκεῖνον διδάσκων, πῶς γὰρ τὸν πεπεισμένον; ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας. Γεγονότες οὖν ἄρα τῆς ἐνούσης μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν, ὡς ἐξ Ἰωάννου λέγοντες, Εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; Ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὸ, Ἐγώ εἰμι, ἀλλ' ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι' αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵνα εὐαφόρμως τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· ὅθεν οὐδὲ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο. Πορευθέντες γὰρ, φησὶ, ἀπαγγείλατε Ἰωάννῃ ἅπερ ἠκούσατε μὲν διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρωθέντα δι' ἐμοῦ. Ἐκεῖνα γὰρ οἰκονομικῶς εἰργάζετο κατ' ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγειλον. Τίνα δὲ ταῦτα; Τυφλῶν διόρθωσις, λεπρῶν κάθαρσις, κωφῶν ἀκοὴ, νεκρῶν ἔγερσις, καὶ τὰ ἑξῆς· ἐφ' οἷς ἐπάγει θεοπρεπῶς· «Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» Τί τοῦτο λέγων, ἢ δεῖξαι βουλόμενος, ὡς καὶ αὐτοῦ τὰ βλέφαρα, ᾗ φησιν ὁ θεῖος Δαβὶδ, ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τὰ ἐν καρδίᾳ αὐτοῖς στρεφόμενα τοὺς ὀφθαλμοὺς ἐκείνου διέφυγεν οὐδαμῶς; αὐτοὶ γὰρ ἄντικρυς οἱ σκανδαλιζόμενοι. Ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου. (A. f. 118) Ὅρα δὲ πάλιν ἐν τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος· τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν· προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιέραστον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα εἰκόνα ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς, ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησι τὸ μειζόνως ἀγαθὸν, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς Υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· βασιλείαν γὰρ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τό· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυναικὸς, ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος· οἱ γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ πατέρα τὸν τῶν ὅλων Θεὸν ἐπιγράφονται, οὐκέτι χρηματίζοντες γεννητοὶ γυναικῶν, ὡς Ἰωάννης καὶ οἱ πρὸ αὐτοῦ, ἀλλ' ἐκ Θεοῦ γεννη-