Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.621
Not analysed yet
ζωῆς μαρτυρούμενος· εἶτα κακίζειν τὸν τοιοῦτον ἀποτολμᾷς, ὃς ἔδει μᾶλλον τοῦ παντὸς ἀξιοῦσθαι θαύματος; Δαιμονᾷν ἔφης τὸν κατανεκροῦντα ταῖς ἀσιτίαις τῆς ἁμαρτίας τὸν νόμον, τὸν φωλεύοντα τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν; Ὁδὸς ἦν ὁ μακάριος Βαπτιστὴς τῆς εἰς Χριστὸν εὐσεβείας. Ἴδωμεν δὲ καὶ τὸν ἕτερον, ὃς δοκεῖ πως τὴν ἐναντίαν ἰέναι τρίβον τῆς τοῦ ἁγίου Βαπτιστοῦ πολιτείας. Οὐκ ἦν ἐν ἐρήμῳ Χριστὸς, ἐν ἄστει δὲ μᾶλλον ἐποιεῖτο τὴν διατριβὴν ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις· καὶ ἡ δίαιτα δὲ οὐ σκληραγωγίαν εἶχε τοιαύτην, ὁποία τις ἦν ἡ τοῦ ἁγίου Βαπτιστοῦ. Ἆρ' οὖν ἐπαινεῖς κἂν τοῦτον; Οὐδαμῶς· γέγονας δὲ φιλαίτιος καὶ ἐπ' αὐτῷ τῷ Χριστῷ. Ἔφης γάρ· «Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης.» Ποῦ δὲ τοῦτο δεικνύειν ἔχεις; Καί τοι Μαρίας καὶ Μάρθας ὑποδεξαμένων ἐν Βηθανίᾳ ποτὲ, εἶτα μιᾶς τῶν ὠνομασμένων περὶ πολλὴν διακονίαν περισπωμένης, ἀνακόπτων ὁρᾶται Χριστὸς τὸ πέρα μέτρου, καὶ καταῤῥυθμίζων ἡμᾶς εἰς αὐτάρκειαν· ἔφη γάρ· «Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·» ὀλίγων δέ ἐστι χρεία, ἢ ἐνός. Ἦν δὲ τοιοῦτος ἀεί τε καὶ πανταχοῦ. Τελώναις δὲ συνηυλίζετο, ἀνάλωτος ὢν αὐτὸς ἁμαρτίας παντελῶς· ἔφη γάρ· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Οὐκοῦν οὐδὲν ἂν ἠδικήθη καὶ συνὼν ἁμαρτωλοῖς, τοὐναντίον δὲ πάσης αὐτοῖς ὠφελείας καὶ σωτηρίας ἐγίνετο πρόξενος· ἔλεγε γάρ· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Ὑμᾶς μὲν γὰρ ὁ διὰ Μωϋσέως νόμος μὴ συνδιαιτᾶσθαι πονηροῖς ἐκέλευσεν, ἵνα μὴ ὡς ἀσθενεῖς καὶ πρὸς ἁμαρτίαν εὔκολοι, ῥᾳδίως εἰς τὸν αὐτὸν τῆς ἀσεβείας ἐμπέσητε βυθόν. Εἰ γὰρ ἑδραῖοι ἦτε πρὸς ἀρετὴν, καὶ πρὸς εὐσέβειαν εἴχετε βεβηκότα τὸν νοῦν, οὐκ ἂν κεκώλυκε. Χριστὸς δὲ τί ἂν πάθοι τῶν ἀδικεῖν πεφυκότων; Ἀλλ' ἠγνόησας παντελῶς τὸ περὶ αὐτοῦ μυστήριον. Θεὸς γὰρ ὢν Λόγος, γέγονε μεθ' ἡμῶν, τουτέστιν ἐσαρκώθη δι' ἡμᾶς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ· τοῦ δὲ κατακρίνοντος ἦν, τὸ μὴ συνεῖναι θέλειν τοῖς οὖσιν ἐν ἁμαρτίαις· τοῦ δὲ σώζειν ἐθέλοντος, τὸ καὶ συνιέναι καὶ νουθετεῖν, καὶ τῶν αἰσχιόνων ἀναπείθειν ἀποφοιτᾷν· καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, τὴν τῆς εἰς αἰῶνα ζωῆς ἀνθελέσθαι τρίβον· οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ μολύνεται ἥλιος πᾶσαν φωτίζων τὴν ὑπ' οὐρανὸν, καὶ ἀκαθάρτοις πολλοῖς σώμασιν ὁμιλῶν· οὐδὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἀδικηθείη ἂν κατ' οὐδένα τρόπον, πονηροῖς ἀνθρώποις συναναστρεφόμενος. Μηδεὶς δὲ τὸ ἑαυτοῦ μέτρον Δεσποτικοῖς ἀξιώμασιν ἁμιλλᾶσθαι ζητείτω· ἀλλὰ τὴν ἑαυτοῦ ἀσθένειαν ἕκαστος λογιζόμενος, τὴν τῶν τοιούτων φευγέτω συνήθειαν· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Νουθετεῖν δὲ τοὺς τοιούτους, τὸ κωλύον οὐδέν. Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ' αὐτοῦ. (A f. 119 b). Κέκληται μὲν οὖν παρ' ἑνὸς τῶν Φαρισαίων ὁ Κύριος· ἐπειδὴ δὲ χρηστός ἐστι καὶ φιλ-