Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.624
Not analysed yet
άνθρωπος, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, κατένευσεν αἰτοῦντι τὴν χάριν, καὶ εἰσελθὼν κατεκλίθη. Εἶτα γύναιον ἐπειστρέχει, ἀκόλαστον μὲν ἐν τῷ βίῳ γενόμενον, πιστὴν δὲ προαίρεσιν ἐπιδεικνύμενον, καὶ τὸν ἐπὶ τοῖς φθάσασι μῶμον οὐκ ἀγνοήσασα, παρεκάλει Χριστὸν ὡς ἀποσμῆξαι δυνάμενον καὶ ἀπαλλάξαι παντὸς αἰτιάματος, καὶ τῶν ἡμαρτημένων δωρήσασθαι ἄφεσιν. Ἔδρα δὲ τοῦτο στᾶσα ὀπίσω· ἔμπροσθεν γὰρ ἑστάναι οὔπω ἠδύνατο πρὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. ΚΕΦΑΛ. Ηʹ. Εἶπε διὰ παραβολῆς. (A f. 121, B f. 76 b, C f. 122 b). Οἱ μακάριοι προφῆται πολυτρόπως τοὺς περὶ Χριστοῦ πεποίηνται λόγους. Οἱ μὲν γὰρ ὡς φῶς ἥξοντα προαπήγγελλον· οἱ δὲ καὶ ἐν τάξει καὶ ὑπεροχῇ τῇ βασιλικῇ· καὶ γοῦν ἔφη τις αὐτῶν· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ καὶ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου.» Ὅτι δὲ κεκρυμμένος ἀεί πως τοῦ Σωτῆρος ὁ λόγος, δῆλον. Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ μακάριος Ψαλμῳδὸς εἰσκεκόμικε λέγοντα· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου.» Ἄθρει δὲ οὖν εἰς πέρας ἐκβεβηκὸς τὸ παρ' αὐτοῦ διηγορευμένον. Πλείστη μὲν γὰρ πληθὺς συναγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας· προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς· ἀλλ' ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις μαθεῖν τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς, τὸ τὴν εἰς αὐτὸν πίστιν προσήκασθαι· ἀντέπραττον δὲ ἀνοσίως καὶ τοῖς δι' αὐτοῦ κηρύγμασι. Καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ' αὐτοῖς διφῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι νοεῖν παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. —(A f. 122). Ῥητέον δὲ καὶ ἔτι, ὅτι εἰκόνες εἰσὶν ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν δὲ μᾶλλον καὶ πνευματικῶν· ὃ γὰρ ἰδεῖν οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι, διὰ τῶν ἐν αἰσθήσει καὶ οἷον ἁπτῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν τῶν νοητῶν ἰσχνότητα. Ἴδωμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν, τοῦ Σωτῆρος ὁ λόγος.