Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.632
Not analysed yet
πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. Ἔφη γοῦν· «Ποῦ ἡ πίστις ὑμῶν;» Ὅ γε μὴν ἕτερος τῶν εὐαγγελιστῶν εἰπεῖν αὐτὸν διατείνεται· «Τί δειλοί ἐστε, ὀλιγόπιστοι;» Θορυβεῖ γὰρ ἔσθ' ὅτε καὶ τὸν εὖ βεβηκότα νοῦν, ἐπισκήψας ἀδοκήτως φόβος θανάτου. Διὰ τοῦτο προσῄεσάν ποτε λέγοντες τῷ Χριστῷ· «Πρόσθες ἡμῖν πίστιν.» Λείπεται τοῦ τελείου πρὸς πίστιν, ὁ τοῖς τῆς ὀλιγοπιστίας ἐγκλήμασιν ὑπενηνεγμένος. Ὥσπερ γὰρ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτως καὶ πίστις ἐν πειρασμοῖς. Πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς· δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς, εἰς τὸ δύνασθαι διενεγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδασκεν, εἰπών· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδὲν.» Ὁμολογεῖ δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, γράφων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Παυσαμένου δὲ τοῦ χειμῶνος. καὶ εἰς γαλήνην καὶ εὐδίαν, νεύματι Χριστοῦ, τῆς θαλάσσης μεταβληθείσης, καταπεπληγμένοι τὴν θεοσημείαν οἱ μαθηταὶ, παρεψιθύριζον ἀλλήλοις λέγοντες· «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει, καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;» Ἆρ' οὖν ὡς οὐκ εἰδότες αὐτὸν, τὸ, «Τίς οὗτός ἐστι;» παρηγόρευον ἀλλήλων; Εἶτα, πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; ᾜδεσαν γὰρ ὄντα Θεὸν καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν, καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν· καίτοι καθ' ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα, λέγουσι τό· «Τίς οὗτός ἐστιν·» ἀντὶ τοῦ, Πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τῷ ἀνέμῳ, καὶ ὑπακούουσιν αὐτῷ; Ἐπιτακτικὸν γάρ ἐστι τὸ ἔργον, Δεσποτικὴ πρόσταξις, καὶ οὐκ ἀξίωσις οἰκετική. Μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις οἷς ἂν ἐπιτάττειν βούλεται Χριστός. Ἀμέλει καὶ τὸν τῆς ἐπιτιμήσεως τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Μάρκος. Ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον· «Σιώπα, πεφίμωσο·» Καὶ ἅμα τῷ λόγῳ, ἠκολούθησε τὸ πρόσταγμα· καὶ ἡ θάλασσα ἐπαφρίζουσα τοῖς κύμασι, ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος, καὶ γινώσκει τὸν ἀπ' ἀρχῆς αὐτὴν συναγαγόντα προστάγματι, τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται. (A f. 126) Καὶ τύπος τοῦ περὶ τοὺς μαθητὰς συμβάντος ὕστερον. Λίμνη γὰρ ἡ Ἰουδαία, περὶ ἣν κατέβη λαίλαψ πολλὴ τῆς κατὰ τοῦ Χριστοῦ μανίας τῶν Ἰουδαίων· ἐταράχθησαν δὲ οἱ μαθηταὶ, ὥστε καὶ φυγεῖν. Ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀνέστη ὁ Σωτὴρ, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Ἐπιστὰς γὰρ αὐτοῖς, εἶπεν· «Εἰρήνη ὑμῖν.» Ἑτέρως δὲ, ἐν σχήματι θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου, σκάφος ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἔσθ' ὅτε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ ὥσπερ πα-