Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.629
Not analysed yet
(A f. 125 b, B f. 80, C f. 123 b) Διέπλει μὲν ὁμοῦ τοῖς ἀγίοις ἀποστόλοις Χριστὸς τὴν Τιβεριάδα θάλασσαν ἤτοι λίμνην. Ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον, τὸ τοῦ θανάτου δέος ἐνετίθει τοῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ μετρίως, καί τοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντες ἀπείρατοι. Ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, δῆλον δὲ ὅτι Χριστὸν, διανιστῶσι λέγοντες· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Καθευδῆσαι γὰρ αὐτὸν ὁ εὐαγγελιστὴς φησί· ὁ δὲ Μάρκος προστίθησιν ὅτι καὶ ἐν προσκεφαλαίῳ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾷν τῷ σκάφει, τὴν παρ' αὐτοῦ ζητῶσιν ἐπικουρίαν· ἀλλ' οἶον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένηται τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστῶσα θάλασσαν, καὶ μεθιστῶσα πρὸς γαλήνην μεγάλην, ὡς μηδὲ ἴχνος ἐπιμεῖναι τῆς ταραχῆς. Εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ' ἂν ἐνόμισαν αὐτὸν δύνασθαί τι τοιοῦτον εἰπεῖν. Διὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, τρανοτέραν αὐτοῖς ποιῶν τῶν γινομένων τὴν αἴσθησιν. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινόμενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εὐεργετηθέντας εἶδον, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοί τε ἦσαν, ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν, συγχωρεῖ τὸν χειμῶνα γυμνασίας ἕνεκεν, καὶ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. Προσδοκησάντων γὰρ ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν, ἵνα ὁμολογήσαντες τὸν κίνδυνον, μάθωσι τοῦ θαύματος τὸ μέγεθος. Πλὴν, ὡς ἔφην, διανιστῶσι λέγοντες· «Σῶσον, ἀπολλύμεθα.» Ἐνταῦθα μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν· πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι, λέγουσιν ὅτι «Ἀπολλύμεθα.» Οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. —(A f. 126) Ἀλλ' ἐγήγερται παραχρῆμα Χριστὸς, ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμὰς, καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι' αὐτῶν ἔδειξε τῶν πραγμάτων ὅτι Θεός ἐστι. Λεγέσθω τοίνυν παρ' ἡμῶν τὸ ἐν βίβλῳ Ψαλμῶν· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.» Καταστήσας δὲ τὸν κλύδωνα τῆς θαλάσσης, καὶ χειμαζομένην ἅμα τῷ σκάφει τῶν ἁγίων μαθητῶν τὴν πίστιν μεθίστησι πρὸς τὸ ἀραρὸς, καὶ οἱονεὶ γαλήνην αὐτοῖς ἐνεργάζεται, τὰ τῆς ὀλιγοπιστίας περιστείλας κύματα. Καὶ μετὰ τοῦ χειμῶνος τῶν ὑδάτων, τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτιμῶν καὶ παιδεύων ὁμοῦ, ὡς τὸν φόβον οὐχ ἡ τῶν