Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.641
Not analysed yet
προκεκηρύγμενον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὡς «ἐξαίφνης ἀναστήσονται οἳ δάκνονται αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.» Μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῇ δόξῃ, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτόν. Εἶτα πόθεν εἰς ἀνθρώπους ἡ λαμπρὰ καὶ διαβόητος οὕτω κατενήνεκται χάρις, πολυπραγμονῶμεν, εἰ δοκεῖ. Οὐκοῦν ἐστεφάνωσε τῇ τοιᾷδε τιμῇ τὴν ἀνθρώπου φύσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἄνθρωπος, καὶ τῆς ἰδίας ὑπεροχῆς κατ' οὐδένα τρόπον ἐκβεβηκὼς, ἐνήργηκε τὰ θεοπρεπῆ, συνέτριψε τὸν Σατανᾶν ῥήματι τῷ πανσθενεστάτῳ, ἐπετίμησε πνεύμασι πονηροῖς. Αὕτη γέγονεν ὁδὸς τοῦ δύνασθαι πονηροῖς ἐπιπλήττειν πνεύμασι, τοὺς ἐπὶ τῆς γῆς. —(A f. 132 b) Τί δὲ ἆρά γε εἰκῆ τοιούτους ἀπέφηνε τοὺς ἀποστόλους, καὶ ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἐκπρεπεστάτους; Καί τοι πῶς τοῦτό ἐστιν ἀληθές; Ἔδει γὰρ, ἔδει τῶν ἱερῶν κηρυγμάτων διακόνους ἐπιδεδειγμένους κατορθοῦν δύνασθαι τὰ παράδοξα, καὶ δι' αὐτῶν πιστεύεσθαι τῶν ἐκτελεσμάτων ὅτι τέ εἰσι Θεοῦ διάκονοι, καὶ μεσῖται τῆς ὑπ' οὐρανὸν, καλοῦντες ἅπαντας εἰς διαλλαγὴν καὶ εἰς τὴν ἐν πίστει δικαίωσιν. Τοῖς μὲν γὰρ νουνεχεστέροις, ἀπόχρη καὶ λόγος ἔσθ' ὅτε πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· τοῖς γε μὴν οὐχ ἑτοίμως ἔχουσιν εἰς παραδοχὴν ὧν ἄν τις λέγοι, δεῖ δὴ θαυμάτων καὶ τερατουργίας. Καλοῦνται γὰρ οὕτω μόλις πρὸς τὴν ἀλήθειαν. Εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν. (A f. 133, D f. 34 b) Οὕτω δὴ τοὺς ἁγίους ἀποστόλους κατακοσμήσας, ἰέναι προστέταχεν ἐπὶ τὸ χρῆναι λαλεῖν τοῖς ἁπανταχόσε γῆς τὸ αὐτοῦ μυστήριον. Ταύτῃ τοι καὶ εὐζωνοτάτους εἶναι κελεύει, καὶ μερίμνης ἁπάσης κοσμικῆς ἀπαλλάττεσθαι βούλεται, ὡς μηδὲ αὐτῆς τῆς ἀναγκαίας τροφῆς καὶ ἀπαραιτήτου ποιεῖσθαί τινα λόγον. Κόσμον γὰρ αὐτοῖς, καὶ οἷόν τινα στέφανον ἔσεσθαί φησι, τὸ κεκτῆσθαι μηδέν· μήτε μὴν ἐπικομίζεσθαί τι παράπαν, μὴ ῥάβδον, μὴ πήραν, μὴ ἄρτον, μὴ ἀργύριον, μὴ χιτῶνας δύο· μονονουχὶ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγων· «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ αὐτὸς ἔφη Χριστός· «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Ἵνα τοίνυν μονοειδῆ καὶ μονότροπον ἔχωσι τὴν ζωὴν, εἰς μόνον ὁρῶντες τὸ χρῆναι μυσταγωγεῖν, μηδένα προστέταχε ποιεῖσθαι λόγον ἢ ἀμφίων ἢ τροφῆς. Ἀλλὰ φαίη τις ἄν· Καὶ πόθεν αὐτοῖς προσγένοιτο τῶν ἀπαραιτήτως ζητουμένων ὁ πόρος; Διαδείκνυσι καὶ τοῦτο εὐθὺς λέγων· Καὶ εἰς ἣν οἰκίαν εἰσέλθητε, κ. τ. λ. (A f. 133, B f. 88 b, D f. 34 b) Ἀρκέσει, φησὶν, ὁ παρὰ τῶν μυσταγωγουμένων καρπός· ἐκεῖνοι παρ' ὑμῶν τὰ πνευματικὰ λαμβάνοντες, τῶν σωματικῶν ποιήσονται πρόνοιαν. Ἐν οἰκίᾳ δὲ μιᾷ μένειν τε αὐτοὺς προστέταχε καὶ [μὴ] ἀπ' αὐτῆς ἐξέρχεσθαι· ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Ἔδει γὰρ μήτε