Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.644
Not analysed yet
τοὺς ἅπαξ λαβόντας ἀποστερεῖσθαι τῆς δωρεᾶς, μήτε μὴν αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ἐγκοπήν τινα δοῦναι ταῖς εἰς τὸ θεῖον κήρυγμα σπουδαῖς τε καὶ προθυμίαις, ἑλκομένους παρὰ πολλῶν, οὐχ ἵνα τι τῶν ἀναγκαίων ἔσθ' ὅτε μανθάνωσιν, ἀλλ' ἵνα τράπεζαν αὐτοῖς παραθεῖεν ἁβρὰν, καὶ πέρα τῆς χρείας. Ὅτι δὲ οὐκ ἄμισθον τὸ τιμᾷν ἁγίους, ἐκ τῶν τοῦ Σωτῆρος εἰσόμεθα λόγων. Ἔφη γὰρ πρὸς τοὺς μαθητάς· «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται καὶ τὸν ἀποστείλαντά με.» Οἰκονομικῶς, καὶ εἰς ἴδιον πρόσωπον τὰς εἰς τοὺς ἁγίους ἀναφέρει τιμὰς, ἵνα πανταχόθεν αὐτοῖς ὑπάρχῃ τὸ ἀσφαλές. Καὶ εἴπερ ἐστὶν ἐν παντὶ καλῷ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ δεχόμενος αὐτοὺς, πῶς οὐ πάντη τε καὶ πάντως, καὶ ἔμπαλιν, ἀληθές; Ἀθλιότητος γὰρ τῆς ἐσχάτης ἐπίμεστος ἂν γένοιτό τις, τὸ χρῆναι τιμᾷν τοὺς ἁγίους, οὐδενὸς ἀξιώσας λόγου. Διὰ τοῦτό φησιν· «Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν τῶν ποδῶν ἐκτινάξατε ἐπ' αὐτούς.» Δεῖ γὰρ παρὰ τῶν μὴ δεξαμένων αὐτοὺς, μήτε μὴν ἀνασχομένων τῶν ἱερῶν κηρυγμάτων, μηδὲν τὸ παράπαν ἐθελῆσαι λαβεῖν. Ἀπίθανον γὰρ κομιδῆ τοὺς ἀτιμάζοντας τὸ σωτήριον κήρυγμα καὶ τὸν οἰκοδεσπότην, περὶ τοὺς οἰκέτας ὁρᾶσθαι χρηστοὺς, ἢ τὰς παρ' αὐτῶν εὐλογίας ζητεῖν Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. (A f. 134 b) Οἱ μὲν δαιμονίων ζητοῦντες ἀπαλλαγὴν, οἱ δὲ καὶ ἀῤῥωστημάτων ἀπόθεσιν ἦσαν, οἱ καὶ τῆς παρ' αὐτοῦ μυσταγωγίας γλιχόμενοι, προσεδρεύοντές τε καὶ μάλα εὐτόνως. Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, κ. τ. λ. (A f. 134 b, C. f. 126) Κλινούσης τῆς ἡμέρας, καὶ ὅσον οὐδέπω προσδοκωμένης ἔσεσθαι τῆς ἑσπέρας, προενόουν τῶν ὄχλων οἱ μαθηταὶ, καὶ δὴ καὶ προσῄεσαν, τὰς ὑπὲρ αὐτῶν παρακλήσεις προσάγοντες. Καὶ τί, τὸ Ἀπόλυσον ἐστιν, ἐξετάσωμεν ἀκριβῶς· οἱ μὲν ὡς ἔφην τῶν ἑπομένων αὐτῷ, πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς, ἀπαλλάττεσθαι παρεκάλουν· οἱ δὲ καὶ ἑτέρων ἀῤῥωστημάτων ἐζήτουν ἔκθεσιν. Ὡς οὖν εἰδότες μαθηταὶ ὅτι κατανεύσας μόνον, ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ Ἀπόλυσον αὐτοὺς, φασί· καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην, καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Πλὴν ὅρα τὴν ἀπαράβλητον ἡμερότητα τοῦ παρακαλουμένου. Οὐ γὰρ μόνον ἐκεῖνα δίδωσιν, ἅπερ ἂν αἰτῶσιν ὑπάρξαι παρ' αὐτοῦ τοῖς ἀκολουθοῦσιν αὐτῷ, ἀλλὰ γὰρ προστίθησιν αὐτοῖς τὰ ἐκ τῆς φιλοτίμου δεξιᾶς, τοὺς ἀγαπῶντας αὐτὸν διὰ τρόπου παντὸς ἀνακτώμενος καὶ τρέφων εἰς εὐανδρίαν δηλονότι πνευματικήν· ἐκέλευε γὰρ καὶ διανέμειν αὐτοῖς τροφάς. Ἀλλ' ἦν ἄπορον τὸ χρῆμα τοῖς μαθηταῖς· ἐπεκομίζοντο γὰρ οὐδὲν, πλὴν ἄρτων πέντε καὶ ἰχθύων δύο· καὶ ἀπήγγελλον τοῦτο προσιόντες αὐτῷ. —(B f. 90) Ἴνα δὲ καὶ ἔτι μεῖζον εἰς