Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.652
Not analysed yet
ουσία, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας.» Μεθ' ἡμῶν γάρ ἐστιν καὶ ἐν ἡμῖν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ταῖς ἁπάντων ψυχαῖς ἐναυλίζεται Κύριος. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με, κ. τ. λ. (B f. 92) Πολλὰ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. Πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ' ἂν γένοιτο ἴσον εἰς εὐθυμίας δύναμιν; Εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ γέρα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; Εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορούντων ἀγγέλων. Οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ, καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. Μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον, καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς. Ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, Χριστοῦ λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Λέγω δὲ ὑμῖν· εἰσί τινες τῶν ὦδε ἑστηκότων, κ. τ. λ. (B f. 92, C f. 127, F f. 811 b) Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν ἀνθρωπίναις ἀσθενείαις περιπεσεῖν, καί τι τοιοῦτον περὶ αὐτοῦ ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὐρήσει πάλιν αὐτήν· τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν, τῆς ἐσομένης αὐτῆς εὐκλείας ἐπιθυμίαν ἐντεκών φησι· «Λέγω δὲ ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων,» καὶ τὰ ἑξῆς. Βασιλείαν δὲ Θεοῦ αὐτὴν τὴν θέαν λέγει τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται,