Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.649
Not analysed yet
τὴν οἰκονομίαν ὁ σοφώτατος Λουκᾶς, συμφέρεται μὲν κατὰ τὰς ἐννοίας, βραχυλογήσας δέ φησι, εἰπεῖν αὐτὸν τὸν Χριστὸν τοῦ Θεοῦ· ἀλλ' ἐνταῦθα μὲν ὁ παρὰ τοῦ Σωτῆρος γεγονὼς πρὸς αὐτὸν, σεσίγηται λόγος. Ἐν δὲ τῷ Ματθαίῳ πάλιν εἰπόντα σαφῶς εὑρήσομεν· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐστὶν οὖν ὁμολογουμένως θεοδίδακτος ὁ μαθητὴς, εἰς ἐπίγνωσιν αὐτὸν τοῦ κατὰ Χριστὸν μυστηρίου ποδηγήσαντος αὐτοῦ τοῦ Πατρός. Σημειωτέον δὲ ὡς ἕνα τὸν Χριστὸν ὡμολόγει ὁ σοφώτατος Πέτρος, διὰ τοὺς εἰς δύο τέμνειν τολμῶντας Χριστοὺς τὸν Ἐμμανουήλ. Οὐ γὰρ ἤρετο αὐτοὺς λέγων· Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ «Τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τοῦτον ὁ Πέτρος ὡμολόγει εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ. Πῶς δὲ ἀξιοθαύμαστος ἡ ὁμολογία Πέτρου, εἰ μηδὲν ἔχοι τὸ βαθὺ καὶ κεκρυμμένον, καὶ οἷον ἄποπτον τοῖς πολλοῖς; Τί γὰρ ὅλως ἀπεκάλυψεν αὐτῷ ὁ Θεὸς καὶ Πατήρ; Ὅτι ἄνθρωπός ἐστι; Τοῦτο θεοδίδακτόν ἐστιν μυστήριον; Ἐπὶ τούτῳ τεθαύμασται, καὶ τῶν οὕτως ἐξαιρέτων ἠξιώθη γερῶν; Ἤκουσε γάρ· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Ἀλλὰ τεθαύμασται, καὶ σφόδρα δικαίως. Διὰ ποίαν αἰτίαν; Ὃν γὰρ τεθέαται ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτον πεπίστευκεν εἶναι τὸν Χριστὸν τοῦ Πατρὸς, τουτέστι σαρκωθέντα καὶ ἐνανθρωπήσαντα τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο. (A f. 136 b) Ὁμολογήσαντος τὴν πίστιν τοῦ μαθητοῦ, ἐπετίμησεν αὐτοῖς ὁ Κύριος, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καί τοι πῶς μᾶλλον ἔδει τοὺς μαθητὰς τοῖς ἁπανταχόσε κηρύττειν αὐτόν· Τοῦτο γὰρ ἦν ἔργον τῶν παρ' αὐτοῦ προκεχειρισμένων εἰς ἀποστολήν· ἀλλ' ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, καιρὸς παντὶ πράγματι· ἔδει τοῖς παρ' ἑαυτοῦ κηρύγμασι ἀκολουθῆσαι τὰ λείποντα τοῖς ἤδη προτετελεσμένοις· τοῦτο δὲ ἦν ὁ σταυρὸς, τὸ πάθος, ὁ κατὰ σάρκα θάνατος, ἡ ἐκ νεκρῶν ἀνάστασις· τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον, δι' οὗ μεμαρτύρηται Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Ἐμμανουήλ. Τὸ γὰρ ὅλως καταργῆσαι θάνατον, καὶ ἀνατρέψαι τὴν φθορὰν καὶ σκυλεῦσαι τὸν ᾅδην, καὶ καταλῦσαι τοῦ διαβόλου τὴν τυραννίδα, καὶ ἐκ μέσου ποιῆσαι τὴν ἁμαρτίαν, καὶ ἀνοῖξαι τοῖς ἐπὶ γῆς τὰς ἄνω πύλας, καὶ συνάψαι τὴν γῆν οὐρανῷ, Θεὸν ὄντα κατὰ ἀλήθειαν ἀπέφηνεν αὐτόν. Οὐκοῦν ἐν καιρῷ κελεύει σιγῆσαι τὸ μυστήριον, ἄχρις ἂν ὁ σύμπας τῆς οἰκονομίας λόγος, εἰς τὸ αὐτῷ πρέπον ἐξέλθῃ πέρας· τότε γὰρ ἐγηγερμένος ἐκ νεκρῶν, ἀπογυμνοῦσθαι τοῖς ἁπανταχόσε γῆς προστέταχε τὸ μυστήριον, προθεὶς ἅπασι τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν· ἔφη γάρ· «Ἐδόθη μοι πᾶσα ἐξ-