Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.656
Not analysed yet
μεταμόρφωσιν αὐτοῦ, οὐχὶ δή που τὸ σχῆμα τὸ ἀνθρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ, καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς ὄψιν εὐκλεεστέραν· κατὰ τὸ, «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ,» παρὰ τοῦ θείου Παύλου καλῶς εἰρημένον. Νῦν μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνὴ, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρότητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν ἐκ φύσεως ἀδοξίαν τε ὁμοῦ καὶ ἀσθένειαν ἔχουσα. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς, καὶ δόξης οὐ σχήματος μεταβολή. Θείας γὰρ δόξης ἐπιβλήμασι περιαστράψει λοιπόν· ἐκλάμψουσι γὰρ οἱ δίκαιοι καθάπερ ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἐκείνης οὖν τῆς μελλούσης δόξης ὑπόδειγμα παρεδήλου ἡ παραδειχθεῖσα τοῖς μαθηταῖς μεταμόρφωσις· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος. Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης. (B f. 95, F f. 817) Πέπρακταί τι καὶ ἕτερον χρήσιμον εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως τοῖς τε μαθηταῖς καὶ πᾶσιν ἡμῖν. Ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεπέμφθη φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε·» καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη φησὶν, ὁ Ἰησοῦς ἑστὼς μόνος. Μωϋσέως δὲ καὶ προφητῶν μᾶλλον, αὐτοῦ ἀκούειν ἐπιτάττει. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωϋσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν, ἐπεσημήνατο ὁ εὐαγγελιστὴς λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ Ἰησοῦς μόνος. Αὐτοῦ τοιγαροῦν προστέταχεν ἀκούειν· καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου καὶ προφητῶν· διὸ καὶ πρὸς Ἰουδαίους ἔλεγεν· «Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἡ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος· ἀκράτῳ δὲ ἤδη κατεχόμενοι οἱ μαθηταὶ δείματι, πίπτουσιν ἐπὶ πρόσωπον, ἵνα πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ Σωτῆρος γέγονε παρουσία καὶ μεσιτεία γενομένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. Εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνωθεν προσβάλλοντα Θεόν; τίς δ' ἂν ὑπέστη τὴν ἄφραστον αὐτοῦ δόξαν, τὴν οὐδενὶ τάχα τῶν γενητῶν φορητήν; Φῶς γὰρ αὐτὸν οἰκεῖν ἀπρόσιτον, καὶ ὁ θεσπέσιός φησι Παῦλος. Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, κ. τ. λ. (B f. 95 b, C f. 127 b) Οὐκ ἀμώμητον οὖτος τὴν πρόσοδον ἐποιήσατο, κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων μαθητῶν, ὡς μὴ ἰσχυσάντων ἐπιτιμῆσαι τῷ δαιμονίῳ. Ἔδει γὰρ τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν παρ' αὐτοῦ αἰτεῖν ἐπικουρίαν. Διό φησιν ὁ Χριστός· «Ὦ γενεὰ ἄπιστος. «Διὰ τὴν σὴν, λέγων, ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις. Ὅτι γὰρ χρὴ μετὰ