Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.657
Not analysed yet
πίστεως καὶ Χριστῷ προσιέναι, καὶ τοῖς παρ' αὐτοῦ τὴν τοῦ δύνασθαι θαυματουργεῖν χάριν λαβοῦσιν, αὐτὸς ἡμᾶς ἐδίδαξε, πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. Ταύτης ἕνεκα τῆς αἰτίας αὐτοῦ καταβοᾷ ὁ Χριστὸς, γενεὰν ἄπιστον καὶ διεστραμμένην αὐτόν τε, καὶ τοὺς ὁμογνώμονας αὐτοῦ ἀποκαλῶν· ὁ γὰρ ἄπιστος, καὶ διεστραμμένος πάντως, κατ' οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς· τοῖς οὕτω γνώμης ἔχουσιν ἀνοσιώτατα, οὐκ ἀξιοῖ συνεῖναι Χριστός. Καὶ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ· «Ἕως τίνος, λέγων, ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν;» Ὁ γὰρ λέγων ἀσθενῆ πρὸς τὴν κατὰ τῶν πνευμάτων ἐνέργειαν τοὺς παρ' αὐτοῦ λαβόντας τὴν χάριν, αὐτῆς μᾶλλον κατηγορεῖ τῆς χάριτος, οὐ τῶν λαβόντων αὐτήν. Αὐτοῦ γοῦν ἀνοσίως κατηγόρησεν ὁ εἰπὼν περὶ τῶν μαθητῶν, ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ. (B f. 96) Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν, οὐ τετυχηκότα τῆς φιλοτιμίας. Ἵνα δὲ μή τις οἴηται καὶ αὐτὸν τὸν Χριστὸν ἀτονῆσαι πρὸς τὴν θαυματουργίαν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα ἐφυγαδεύετο, «Καὶ ἀπέδωκεν αὐτὸν, φησὶ, τῷ πατρὶ αὐτοῦ·» οὐ γὰρ ἦν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρὸς τῇ Χριστοῦ δυνάμει, ὃς καὶ τοῖς ἰδίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τὰς θεοσημείας κατορθοῦν, καὶ τοῖς ἀκαθάρτοις ἐπιτιμᾷν πνεύμασι. Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν τοὺς λόγους τούτους. (B f. 96) Ποία τις ἡ παρασκευάσασα πρόφασις τὸν Χριστὸν ταῦτα νῦν εἰπεῖν πρὸς τοὺς μαθητάς; Ἀνήνεγκε μὲν τοὺς κορυφαίους αὐτῶν εἰς τὸ ὄρος, καὶ μεταμορφωθεὶς ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς κατὰ καιροὺς ἐπιλάμψει· κατελθὼν δὲ ἐκ τοῦ ὄρους, πονηροῦ καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. Ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος· οὗ γεγονότος, οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς, καὶ τοιαῦτά που καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν Σατανᾶν, πῶς ἥλω νυνὶ, καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; Ἆρ' οὖν ἠπατήμεθα, Θεὸν εἶναι νομίζοντες αὐτόν; Ἵν' οὖν εἰδεῖεν τὸ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· «Θέσθε γὰρ ὑμεῖς, φησὶν, εἰς τὰς καρδίας ὑμῶν.» Τὸ δὲ ὑμεῖς ἐν τούτοις, διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς. Ἤθελε γὰρ εἰδέναι αὐτοὺς τὸ συμβησόμενον, οὐ μὴν καὶ λαλεῖν ἑτέροις· τούς τε γὰρ ἀγελαίους λαθεῖν ἔδει, ὅτι πείσεται· καὶ αὐτοὺς