Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.660
Not analysed yet
πεπληροφορημένους, ὅτι ἀναβιῴη πατήσας τὸν θάνατον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο. (B f. 96 b) Πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον, πλεισταχοῦ διὰ τῆς τοῦ νόμου σκιᾶς προγραφόμενον; Ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, οὐ ῥᾴθυμοι δὲ οὐδὲ τῶν Μωϋσέως γραμμάτων ἀνεπιστήμονες· καὶ γοῦν διὰ τοῦτο ἀπόλεκτοι γεγόνασι παρὰ Χριστοῦ. Ἀλλ' ὡς ὁ μακάριός φησι Παῦλος· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.» Χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. (B f. 96 b) Οὐ πάντας οἶμαι τοὺς μακαρίους μαθητὰς τὴν τοιαύτην ἐσχηκέναι νόσον· ἀπίθανον γὰρ ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον· ἑνὸς δὲ, ὡς οἶμαι, παθόντος αὐτὴν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων, ὅτι «Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς, τὸ, τίς ἂν εἴη μείζων αὐτῶν.» —(C f. 127 b) Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ, τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος. Ἀλλ' ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν, κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν. Ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη, νικᾶται (cod. νικᾷ) ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἆρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός; Ἐπελάβετο τὸ παιδίον, καὶ ἔστησεν αὐτὸ παρ' ἑαυτῷ. Ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ' ἐκείνους. Περιβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους, εἴπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων [cod. καταπίνων]. Τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; Ἀπονήρου καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπάλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Εἶτά φησιν, ὅτι· «Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου,» καὶ τὰ ἑξῆς·