Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.664
Not analysed yet
»Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Καὶ ἡ μὲν ἁπλουστέρα διάνοια αὕτη. Ἔοικε δὲ κατὰ τὴν βαθυτέραν ἔννοιαν ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ τὰς πανούργους καὶ δολερὰς τῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν· οὕτω γὰρ πολλαχοῦ τῆς θείας Γραφῆς κέκληνται· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.» Καὶ αὐτὸς δὲ ὁ Κύριος τὸν Ἡρώδην ἀλώπεκα προσεῖπε. Καὶ περὶ τῶν ἐν τῇ γῇ καταβληθέντων σπερμάτων φησὶ, ὅτι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτὰ, περὶ τῶν πονηρῶν πνευμάτων λέγων. Ὅτε τοίνυν αἱ τοιαῦται ἀλώπεκες καὶ τὰ πετεινὰ φωλεοὺς καὶ καταδύσεις ἔχουσιν ἐν ἡμῖν, πῶς ἔλθῃ Χριστός; Ποῦ δὲ ἀναπαύσεται; Τίς κοινωνία φωτὶ πρὸς σκότος; Ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. (B f. 99 b) Ἀξιοζήλωτον μὲν οὗτος τὴν ὑπόσχεσιν ἐνεδείξατο καὶ ἐπαινουμένην· τὸ δὲ ζητεῖν ἀποτάξασθαι τοῖς οἰκείοις, μεμερισμένην ἔχειν ἐνδείκνυται τὴν διάνοιαν· τὸ γὰρ ἐθέλειν ὅλως προανακοινοῦσθαι τοῖς μὴ ἀποδεξομένοις, οὐ βεβηκότος ἐστὶ λογισμοῦ. Διὸ καί φησι πρὸς αὐτόν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ ἀροτριῶν, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον, οὐκ ὄψεται τοὺς καρποὺς πληθύνοντας, οὕτως καὶ ὁ ἑλόμενος μὲν ἀκολουθεῖν τῷ Χριστῷ, οὐκ ἀποτασσόμενος δὲ τοῖς κοσμικοῖς πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τὴν ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ γὰρ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διὸ πρόθυμός ἐστιν ἀκολουθεῖν· ὁπίσω δὲ βλέπει, διότι ἀναβολῆς πρόφασιν ποιεῖται τὴν πρὸς τοὺς οἰκείους διάλεξιν καὶ συμβουλήν. Ἀλλ' οὐδαμῶς τοιούτους εὑρήσομεν ὄντας τοὺς ἁγίους ἀποστόλους· ἅμα γὰρ τῷ ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος· «Δεῦτε ὀπίσω μου,» ἀφέντες τὸ πλοῖον, καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. Οὓς μιμεῖσθαι χρὴ τοὺς ἀκολουθοῦντας Χριστῷ.