Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.665
Not analysed yet
ΚΕΦ. Ιʹ. Ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἐβδομήκοντα. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἐβδομήκοντα. (Τὰ ἀκόλουθα τούτων, οἷον· «Ὁ μὲν θερισμὸς πολὺς,» καὶ τὰ ἑξῆς· καὶ, «Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν,» ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων, καὶ διαβολῆς ἐστι τεκμήριον· προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· «Ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.» —(B f. 100 b) Τούτου ὁ τύπος καὶ ἐν τοῖς Μωϋσέως προεγράφετο λόγοις· ἑβδομήκοντα μὲν γὰρ ἐπελέξατο, καὶ αὐτὸς θεοῦ προστάττοντος· ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα θεός· καὶ καθ' ἕτερον δὲ τρόπον τούς τε δώδεκα μαθητὰς, καὶ αὐτοὺς τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· «Ἦλθον, φησὶν, Ἐλὴμ (ἑρμηνεύεται δὲ ἀνάβασις, ἤτοι αὔξησις), καὶ ἦσαν ἐκεῖ δώδεκα ὑδάτων πηγαὶ, καὶ ἑβδομήκοντα στελέχη φοινίκων.» Ἀναβαίνοντες γὰρ εἰς τελεωτέραν σύνεσιν καὶ αὔξησιν πνευματικὴν, εὑρίσκομεν τοὺς δώδεκα ἁγίους ἀποστόλους, καὶ τοὺς ἀναδειχθέντας ὑπὸ Χριστοῦ ἑβδομήκοντα. Ἀῤῥυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων τῶν τοῦ Σωτῆρος μαθητῶν παντὸς ἀγαθοῦ εἴδησιν. Θαυμάζομεν δὲ καὶ τοὺς ἑβδομήκοντα, καὶ οἱονεὶ φοίνικας εἶναί φαμεν· εὐκάρδιον γὰρ τὸ φυτὸν, εὔκαρπόν τε καὶ εὔριζον, καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθηλός. Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσω λύκων. —Μὴ βαστάζετε βαλάντιον, κ. τ. λ. (B f. 101) Προλέγει τοὺς διωγμοὺς, ἵνα ἐνέγκωσι τὴν πεῖραν. Καὶ πῶς ἂν περιγένοιτο πρόβατον λύκου; Ἐγὼ, φησὶ, συνέσομαι, καὶ συνασπιῶ, μεταβάλλων τοὺς λύκους εἰς πρόβατα· οὐδὲν γάρ μου τῷ θελήματι ἀνθέστηκεν· καὶ τοῦτο ἡ πεῖρα ἔδειξεν ἐπὶ Παύλου· τὸν γὰρ παντὸς λύκου ἀπηνέστερον τοῖς πιστεύουσιν εἰς αὐτὸν, προβάτου πεποίηκεν ἡμερώτερον. (B f. 101) Οὐδὲ τὴν περὶ τοῦ σώματος ἔχειν φροντίδα ἐπιτρέπει, μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι, ὅπου μὴ δὲ ἐφοδίων φροντίσαι, μηδὲ ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη περικειμένων τῷ σώματι, οἷον ὑποδήματα· ἀλλ' ἐπ' αὐτῷ πᾶσαν τίθεσθαι