Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.676
Not analysed yet
ἐλλάμψαντα Λόγον. Εἶτα γενόμενος ὡς ἔφην, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς ὁ κατὰ φύσιν Υἱὸς ἔλαβε δούλου μορφὴν, ἵν' ἡμᾶς τοὺς ἐν ζυγῷ δουλείας κατεσφιγμένους, φύσει γὰρ δοῦλόν ἐστι τὸ ποιηθὲν, ἐλευθέρους ἀποφήνῃ, τὰ αὐτοῦ κερδαίνοντας· ὠνομάσμεθα γὰρ υἱοὶ δι' αὐτόν τε καὶ σὺν αὐτῷ· συνεπτώχευσεν ἡμῖν πλούσιος ὢν, ἵνα τὴν ἀνθρώπου φύσιν εἰς τὸν ἴδιον ἀγάγῃ πλοῦτον· ἐγεύσατο θανάτου διὰ ξύλου καὶ σταυροῦ, ἵν' ἐκ μέσου ποιήσῃ τὴν διὰ ξύλου παράβασιν, καὶ τὰ ἐπ' αὐτοῖς δὴ τούτοις αἰτιάματα καταλύσῃ, καὶ τῆς καθ' ἡμῶν τυραννίδος ἀποστήσῃ τὸν θάνατον· εἴδομεν πεσόντα τὸν Σατανᾶν· ἐν ταπεινώσει, τὸν ἀλαζόνα· ἄτιμον, τὸν ποτὲ προσκυνούμενον· τὸν ἐν ὑπολήψει θεότητος, ὑπὸ πόδας ἁγίων· ἔλαβον γὰρ ἐξουσίαν πνεύμασιν ἀκαθάρτοις ἐπιτιμᾷν. Ἀξίωμα δὲ τοῦτο πάμμεγα καὶ ὑπὲρ ἀνθρώπου φύσιν καὶ μόνῳ πρέπον τῷ πάντων ἐπέκεινα Θεῷ· ἀρχὴ δὲ τούτου γέγονεν ἡμῖν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ Λόγος· καὶ γοῦν ἐπέπληττε μὲν τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἔφασκον δὲ οἱ τάλανες Ἰουδαῖοι, ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Πρὸς ταύτας αὐτῶν τὰς ἀνοσίους φωνὰς ὑπήντα λέγων ὁ Κύριος· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Εἰ δ' ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ γὰρ ἐγὼ, φησὶν, ἄνθρωπος καθ' ὑμᾶς γεγονὼς, ἔχω οὕτως τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, ἐφ' ὑμᾶς κατέβη τὸ οὕτω μέγα καὶ ἐξαίρετον ἀγαθόν· εὐδοκιμεῖ γὰρ, φησὶ, ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ πατοῦσα τὸν Σατανᾶν· οὐκοῦν ἐφ' ἡμᾶς ἔφθασεν ἡ βασιλεία τοῦ Θεοῦ, τοῦ καθ' ἡμᾶς γεγονότος Λόγου καὶ μετὰ σαρκὸς ἐνεργοῦντος τὰ θεοπρεπῆ· ἐν τούτοις ὄντας ἑαυτοὺς τεθεάμεθα· καὶ μακάριοι γεγόνασιν ἡμῶν οἱ ὀφθαλμοί· ἠκούσαμεν αὐτοῦ τῆς ἀῤῥήτου μυσταγωγίας· ἐδίδαξεν ἡμᾶς τὰ περὶ τοῦ Θεοῦ καὶ Πατρός· ἔδειξεν ἡμῖν αὐτὸν ἐν ἰδίᾳ φύσει· ἐμφανῆ κατέστησε τῶν διὰ Μωϋσέως τύπων τὴν ἀλήθειαν. Ταῦτα πολλοὶ τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν, πλεῖστοι δὲ καὶ βασιλεῖς· καὶ γοῦν εὑρήσομεν ποτὲ μὲν λέγοντας· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν·» ἔλεος γὰρ σωτήριον ὀνομάζουσι τὸν Υἱόν· ποτὲ δὲ πάλιν· «Μνήσθητι ἡμῶν. Κύριε, ἐπὶ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ, μετὰ τοῦ ἔθνους σου.» Ἔθνος δὲ ποῖόν ἐστι τὸ ἐξειλεγμένον ἐν Χριστῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐξηγήσεται λέγων ὁ σοφώτατος Πέτρος πρὸς τοὺς διὰ πίστεως εὐδοκιμηκότας· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.»