Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.673
Not analysed yet
πάντα νοῦν ἐστι καὶ λόγον, καθὰ καὶ αὐτὸς ὁ Πατὴρ ὑπὸ μόνου γινωσκόμενος τοῦ ἰδίου γεννήματος· μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, ἡ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου· ἀποκαλύπτει δὲ ἡμῖν ὁ Υἱὸς διὰ τοῦ ἁγίου Πνεύματος, ὥς φησι Παῦλος· «Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ.» Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς, κατ' ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. (A f. 140) Τὰ τῶν πραγμάτων ἀποῤῥητότερα, τοῖς ἀναγκαίοις μάλιστα τῶν ἐπιτηδείων, ἀνακοινοῦσθαι χρὴ, καὶ οὐχὶ τοῖς τυχοῦσιν ἁπλῶς. Φίλοι δὲ αὐτοῦ μαθητείας ἠξιωμένοι, καὶ πεφωτισμένον ἔχοντες τῆς καρδίας τὸν ὀφθαλμὸν, καὶ τὸ οὖς ἕτοιμον εἰς ὑπακοήν. Καὶ γοῦν ἔφη ποτὲ πρὸς τοὺς ἁγίους ἀποστόλους· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε· ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Τούτοις καὶ τὰ προγεγραμμένα φησὶν οἰκονομικώτατα στραφεὶς πρὸς αὐτοὺς, τουτέστιν ἐν ἀποστροφῇ ποιησάμενος τοὺς μήτε ὁρᾷν μήτε ἀκούειν ἐθέλοντας, ἀνηκόους δὲ ὄντας, καὶ τυφλὸν ἔχοντας ἐν ἑαυτοῖς τὸν νοῦν, ὅλον ἑαυτὸν ἐχαρίζετο τοῖς ἀγαπῶσιν αὐτόν· καὶ εἰς αὐτοὺς ἀφορῶν, μακαρίους ἔφη τοὺς ὀφθαλμοὺς τοὺς ὁρῶντας ἤγουν ὀψομένους ἃ πρὸ τῶν ἄλλων αὐτοὶ καὶ πρῶτοι τεθέανται. Πεποίηται μὲν οὖν ὁ ἐπὶ τούτοις λόγος, ὡς ἀπό γε τῆς παρὰ πᾶσι καὶ κοινῆς συνηθείας· πλὴν ἐκεῖνο ἡμᾶς ἐξεπίστασθαι χρή· τὸ γὰρ βλέπειν ἐν τούτοις, οὐκ ἐνεργείας τῆς δι' ὀμμάτων σωματικῶν εἰσκομίζει δήλωσιν, ἀπολαύσεως δὲ μᾶλλον τῶν δι' αὐτοῦ τοῖς εὐσεβέσι δεδωρημένων· οἷον, ὡς εἴ τις λέγοι· Ὁ δεῖνα τυχὸν καιροὺς εἶδε καλοὺς, ἀντὶ τοῦ, Ἐν ἀπολαύσει γέγονε καιρῶν ἀγαθῶν. Καὶ τό· «Ἴδοις δὲ τὰ ἀγαθὰ Ἱερουσαλὴμ,» ἐν ψαλμοῖς εἰρημένον, οὕτω νοήσεις, ἀντὶ τοῦ, Γένοιτό σοι μετασχεῖν τῶν ἀγαθῶν τῆς Ἱερουσαλὴμ, τῆς ἄνω δηλονότι καὶ ἐν οὐρανοῖς. Ὅτι γὰρ οὐχ' οἱ γεγονότες θεωροὶ τῆς διὰ Χριστοῦ θεοσημείας, εἶεν ἂν μακάριοι πάντη τε καὶ πάντως, πῶς ἔστιν ἀμφιβάλλειν; Πλεῖστοι μὲν γὰρ Ἰουδαῖοι τεθέανται θεοπρεπῶς ἐνεργοῦντα Χριστόν· ἀλλ' οὐχ ἅπασιν ἂν πρέποι τὸ μακαρίζεσθαι· πεπιστεύκασι γὰρ οὐδαμῶς, ἀλλ' οὐδὲ τεθέανται τὴν δόξαν αὐτοῦ τοῖς τῆς διανοίας ὄμμασιν. Ἀλλὰ γὰρ τίνα τρόπον ἐμακαρίσθησαν ἡμῶν οἱ ὀφθαλμοί; Τί δὲ ἄρα τεθεαμένοι; Εἴδομεν τὸν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, δι' ἡμᾶς γενόμενον ἄνθρωπον· τὸν ὁμόθρονον τῷ Πατρὶ, μεθ' ἡμῶν, ἤγουν ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἵν' ἡμᾶς ἑαυτῷ συμμόρφους ἀποτελέσῃ, δι' ἁγιασμοῦ καὶ δικαιοσύνης, ἐγχαράττων ἡμῖν τὸ τῆς ἑαυτοῦ θεότητος κάλλος, νοητῶς δηλονότι καὶ πνευματικῶς. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω γεγραφώς· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·» χοϊκὸν κενὸν ἄνθρωπον εἶναι λέγων, τὸν πρωτόπλαστον Ἀδάμ· ἐπουράνιον δὲ, τὸν ἄνωθεν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς