Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.681
Not analysed yet
κιμάζων ἀλλὰ τῇ φύσει συνάπτων, διηγούμενος περὶ τοῦ δεινὰ πεπονθότος ὑπὸ λῃστῶν, ᾧ φιλανθρωπία παρὰ παντὸς ἀνθρώπου προσήκει, τοῦτο τῆς φύσεως αὐτῆς ἀπαιτούσης. Συνεπιδείκνυται δὲ ἐν τῇ παραβολῇ καὶ τοῦτο, ὅτι μᾶλλον εὑρίσκει τὸν κατὰ φύσιν πλησίον ὁ μὴ τετυφωμένος, ἤπερ ὁ τετυφωμένος· Σαμαρείτης γὰρ ὑπὲρ ἱερέα καὶ Λευίτην· ὅτι οἱ μὲν κείμενον ἡμιθνῆτα καὶ ἐν ἐσχάτοις ὄντα κακοῖς, ἀντιπαρῆλθον, οὐδὲν ἐπ' αὐτῷ πεπονθότες ἀνθρώπινον, οὐ τὸ ἐξ ἀγάπης ἔλαιον ἐπιστάξαντες, ἀσυμπαθὲς δὲ μᾶλλον καὶ ἀπηνὲς ἐσχηκότες τὸ φρόνημα. Ὅ γε μὴν ἀλλογενὴς καὶ τελῶν ἐν Σαμαρείταις πεπλήρωκε τῆς ἀγάπης τὸν νόμον. Ἄκουε γοῦν καὶ τῆς παραβολῆς. Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, κ. τ. λ. Ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, κ. τ. λ. (A f. 144, B f. 106 b, E f. 180 b) Ἄλλως δὲ, ἐπειδὴ, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς,» καὶ πᾶσαν μὲν ἐπιθυμίαν βοσκηματώδη καὶ ἀκόλαστον κατηῤῥώστησεν· ἀπαρχὴ γενόμενος τοῦ γένους ἡμῶν ὁ Χριστὸς, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἐν ἑαυτῷ πρῶτον ἔδειξε τούτων τῶν κτηνωδῶν παθῶν ὑπεραναβάντας ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασε. Διὰ τοῦτο εἶπεν, ὅτι τὸν τυχόντα τῆς θεραπείας ἐπὶ τὸ ἴδιον ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς ἔφερεν, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ. Ἀλλὰ μὴν καὶ εἰς πανδοχεῖον ἀπήγαγε· πανδοχεῖον δὲ τὴν Ἐκκλησίαν καλεῖ, τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν. Οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν· «Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Θεοῦ·» ἀλλά· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Καί· «Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Κύριον καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Καὶ ἀπαγαγὼν, μείζονος ἐπιμελείας ἠξίωσε. Καὶ γὰρ τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἦν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ ἐμπεριπατῶν, καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν. Ὅθεν καὶ τῷ προεστῶτι τοῦ πανδοχείου (νοηθείη δ' ἂν οὗτος τύπον ἐπέχειν τῶν ἀποστόλων καὶ τῶν μετ' αὐτοὺς ποιμένων καὶ διδασκάλων) εἰς οὐρανοὺς ἀνιὼν ἔδωκε δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος. Καὶ προσθεὶς, ὡς Ἐάν τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Δύο δηνάρια, τὰς δύο Διαθήκας φησὶ, τήν τε διὰ τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, τήν τε διὰ τῶν Εὐαγγελίων δοθεῖσαν καὶ τῶν ἀποστολικῶν διατάξεων· καὶ ἀμφοτέρας ἑνὸς οὔσας Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν μὲν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπούσας, ἐπείπερ καὶ ἓν αὐτὰς καὶ τὸ αὐτὸ Πνεῦμα λελάληκεν. Ἐῤ-