Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.684
Not analysed yet
ῥέτω γὰρ Μάνης, καὶ πρὸ αὐτοῦ Μαρκίων, οἱ ἀθεώτατοι, διαφόροις θεοῖς ταύτας μερίζοντες· ἑνὸς γὰρ βασιλέως ἐστὶ τὰ δύο δηνάρια, καὶ κατὰ ταὐτὸν καὶ ὁμοτίμως δοθέντα τῷ προεστῶτι τοῦ πανδοχείου παρὰ Χριστοῦ· ἃ δὴ καὶ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες, καὶ διὰ τῆς δαπάνης μᾶλλον αὐξήσαντες (τοιοῦτον γὰρ τὸ νοητὸν ἀργύριον ἐξ ὧν δαπανᾶται, μὴ μειούμενον ἀλλ' αὐξόμενον, ὅπερ ὁ τῆς διδασκαλίας λόγος ἐστὶν), ἐπανερχομένῳ τῷ Δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν, ἐροῦσιν ἕκαστος· Κύριε, δύο δηνάρια δέδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἕτερα δύο κεκέρδηκα, δι' ὧν τὸ ποίμνιον ηὔξησα. Καὶ ἀποκριθεὶς ἐρεῖ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Τίς οὖν τούτων τῶν τριῶν δοκεῖ σοι πλησίον γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; (A f. 146, E f 189 b) Εἰκότως ὁ Κύριος ἤρετο, τίνα τῶν τριῶν πλησίον γενέσθαι νενόμικε τοῦ πεπονθότος; Ὁ δέ· Ὁ ποιήσας, φησὶ, τὸ ἔλεος μετ' αὐτοῦ. Οὔτε γὰρ ὁ ἱερεὺς, οὔτε ὁ Λευΐτης πλησίον γέγονε τοῦ πεπονθότος, ἀλλ' ὁ οἰκτισάμενος. Καὶ πρὸς ταῦτα Χριστός· «Πορεύου, καὶ σὺ ποίει ὁμοίως.» Ἀνόνητον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομάσθαι νομομαθεῖς, εἰ μὴ δι' αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων. Ἰδοὺ γὰρ πέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον ἠγαπηκότι· Σαμαρείτης οὗτος ἦν, ἀλλ' οὐκ ἀπόβλητος. Διὰ τοῦτο μεμαρτύρηκεν ὁ πρῶτος ἐν μαθηταῖς, τουτέστιν ὁ μακάριος Πέτρος, ὧδέ πως φήσας· «Ἐπ' ἀληθείας καταλαμβάνομεν ὅτι οὐκέτι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐραστὰς ὁ φιλάρετος Κύριος, καὶ ἀσπάζεται, καὶ γνησίους τίθησι, καὶ τῶν μελλόντων ἀξιοῖ ἀγαθῶν. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὑτῆς. (A f. 146 b) Πλὴν, κατὰ τὴν ἱστορίαν, μέγα τι χρῆμα καὶ ἀξιόκτητον ὁ τῆς φιλοξενίας τρόπος· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος· «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε.» Τοιαύτη τις ἡ Μάρθα ὑποδεχομένη τὸν Κύριον, ἣν καλὸν καὶ μιμήσασθαι· ὥσπερ καὶ τὴν φιλομαθεστάτην αὐτῆς ἀδελφὴν Μαρίαν, ἣ τοῖς τοῦ Σωτῆρος ποσὶ προσιζήσασα, τῶν παρ' αὐτοῦ διδαγμάτων τὴν ἑαυτῆς ἐμπίπλησι φρένα. Ὀνίνησι δὲ πάλιν καὶ διὰ τούτων ὁ Σωτὴρ τοὺς ἑαυτοῦ μαθητὰς, ἵν' εἰδεῖεν, ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν ἐπιδεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρή. Δεῖ γὰρ εἰσβάλλοντας οὐχ ὑπτιοῦσθαι μᾶλλον εἰς ἀνέσεις, οὔτε μὴν ὅλως δοκεῖν ταύτης ἕνεκα τῆς αἰτίας καταλύειν παρά τισιν, ἀλλ' ἵνα