Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.688
Not analysed yet
Μεμορφώμεθα γὰρ εἰς υἱότητα, διὰ γεννήσεως τῆς πνευματικῆς, τελουμένης ἐν ἡμῖν οὐκ ἐκ σπορᾶς φθαρτῆς μᾶλλον, ἀλλὰ διὰ λόγον ζῶντος Θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· «Βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων.» Ἔφη γὰρ οὕτω τις τῶν ἁγίων ἀποστόλων. Καὶ αὐτὸς δέ που Χριστὸς, τὴν τοῦ πράγματος ὁδὸν ἐναργῆ καθίστη, λέγων· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Μᾶλλον δὲ, δεῖ γὰρ πρὸς ὑμᾶς καί τι τῶν ἀποῤῥήτων εἰπεῖν, αὐτὸς ἡμῖν γέγονε τῆς οὕτω λαμπρᾶς καὶ ἀξιοκτήτου χάριτος ὁδὸς, καὶ θύρα, καὶ ἀφορμὴ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών· ἔλαβε γὰρ δούλου μορφὴν, καίτοι καθ' ὃ νοεῖται καὶ ἔστιν Θεὸς, ἐλεύθερος ὢν, ἵν' ἡμῖν τὰ ἑαυτοῦ χαρίσηται. Μόνος γὰρ κατὰ φύσιν ἐλεύθερος αὐτὸς, ὅτι καὶ μόνος ἐστὶν Υἱὸς τοῦ τὰ πάντα ὑπερκειμένου καὶ κατεξουσιάζοντος τῶν ὅλων, φύσει τε καὶ ἀληθῶς ἐλευθέρου Πατρός· πᾶν γὰρ τὸ παρενεχθὲν εἰς γένεσιν, δοῦλον ὑπέχει τῷ κτίσαντι τὸν αὐχένα. Ψάλλει γοῦν ὁ Μελῳδὸς, καί φησι πρὸς αὐτόν· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Ὅτι δὲ τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθεὶς, οἰκονομικῶς δέδωκεν ἡμῖν τὰ ἑαυτοῦ, πιστώσεται γράφων ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὁ πάνσοφος Παῦλος· «Ὅτι πλούσιος ὢν, ἐπτώχευσεν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Πτωχεία μὲν γὰρ τῷ Θεῷ Λόγῳ, τὰ καθ' ἡμᾶς, ἤτοι τὰ ἀνθρώπινα· πλοῦτος δὲ τῇ ἀνθρώπου φύσει, τὸ λαβεῖν τὰ αὐτοῦ· ὧν ἕν ἐστι τὸ ἐλεύθερον ἀξίωμα, πρέπον ὡς μάλιστα τοῖς εἰς υἱότητα κεκλημένοις. Αὐτοῦ δὲ καὶ τοῦτο, ὡς ἔφην, τὸ δῶρον· ἔφη γὰρ πρὸς ἡμᾶς· «Καὶ πατέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ οὐράνιος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, διὰ τοῦτο πεπλουτήκαμεν ἡμεῖς τὴν πρὸς αὐτὸν ἀδελφότητα. Κελεύει τοίνυν παῤῥησιάζεσθαί τε καὶ λέγειν ἐν προσευχαῖς Πατέρα. Οἰκονομικώτατα δὲ λίαν δίδωσι κἀκεῖνο τοῖς προσευχομένοις ἐννοεῖν· εἰ γὰρ Πατέρα καλοῦμεν τὸν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, πῶς οὐκ ἀξίως τοῦ τετιμηκότος πολιτευσόμεθα· Τοῦτό τις ἔφη τῶν ἁγίων ἀποστόλων· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» Ἁγιασθήτω τὸ ὄνομά σου. (A f. 149 b) Ἆρα ἁγιασμοῦ προσθήκην ἐγγενέσθαι παρακαλοῦμεν τῷ παναγίῳ Θεῷ; Καὶ μὴν τοῦτο ἐστιν οὐκ ἄμεμπτον παντελῶς. Πλήρης γάρ ἐστι, καθά φησιν αὐτὸς, ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ παντέλειος, καὶ αὐτός ἐστιν ὁ χορηγῶν τῇ κτίσει τὸν ἁγιασμὸν ἐξ ἰδίου πληρώματος. Πρὸς δὲ αὖ τούτοις, εὔηθες καὶ καταγέλαστον τὸ νομίζεσθαι τοὺς