Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.685
Not analysed yet
μᾶλλον αὐτοὺς ἐπιμεστώσειαν μαθημάτων θείων καὶ ἱερῶν. Οἱ δὲ τὴν ἑστίαν αὐτοῖς ἀνευρύνοντες, ὑπαντάτωσαν ἱλαροὶ καὶ πρόθυμοι· οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ' ὡς αὐτοὶ ληψόμενοι, κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσουσι μυσταγωγίαις· εἶτα πρὸς τούτῳ καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Ἐπιδεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν γὰρ τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται πρόξενον. ΚΕΦΑΛ. ΙΑʹ. Ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον. (A f. 147) Καί τοι Θεός ἐστιν ἀληθινὸς, καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ διανέμει μὲν αὐτὸς τῇ κτίσει τὰ πάντα, δι' ὧν ἂν εὖ ἔχοι καὶ σώζηται· δεῖται δὲ ὅλως αὐτὸς οὐδενός· πλήρης γάρ ἐστι, φησὶν, αὐτός· τίνος οὖν ἐν χρείᾳ καθεστάναι φαίη τις ἂν αὐτὸν, πάντα ἔχοντα φυσικῶς τὰ τοῦ Πατρός; Ἔφη γὰρ ἐναργῶς, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἔχει δὲ ὁ Πατὴρ τὸ εἶναι πλήρης ἀγαθοῦ παντὸς καὶ θεοπρεπῶν ἀξιωμάτων. Ἔστι δὲ τοῦτο καὶ τοῦ Υἱοῦ· καὶ τοῦτο εἰδότες οἱ ἅγιοι λέγουσιν, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Τί δῆτα οὖν προσεύχεται, φησὶν, εἰ πλήρης ἐστὶ, καὶ οὐδενὸς ὅλως δεῖται τῶν τοῦ Πατρός; Πρὸς τοῦτό φαμεν ὅτι δίδωσι μὲν αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος τὸ εἴπερ ἕλοιτο πληροῦν τὰ ἀνθρώπινα, καιροῦ καλοῦντος εἰς τοῦτο. Εἰ γὰρ ἔφαγε καὶ πέπωκεν, ὕπνου τε μετεσχηκὼς εὑρίσκεται, τί τὸ ἄτοπον κἂν εἰ τοῖς καθ' ἡμᾶς συγκαθιστάμενος μέτροις, καὶ ἀνθρωπίνην δικαιοσύνην ἀποπληρῶν, οὐκ ἀνεπιτήδευτον ἐποιεῖτο τὴν προσευχήν; ἵνα ἡμᾶς διδάξῃ μὴ ῥᾳθύμους εἶναι πρὸς τοῦτο· συντείνεσθαι δὲ μᾶλλον λιτὰς, οὐκ ἐν πλατείαις ἑστῶτας μέσαις (ἔδρων γὰρ τοῦτο τῶν Ἰουδαίων τινὲς, Γραμματεῖς δέ εἰσιν οὗτοι καὶ Φαρισαῖοι, φιλοδοξίας ἀφορμὴν τὸ χρῆμα ποιούμενοι), καταμόνας δὲ μᾶλλον, ἡσυχῇ τε καὶ ἀνακεχωρημένως, καὶ οἷον μόνους μόνῳ λαλοῦντας Θεῷ, καθαρῷ καὶ ἀπερισπάστῳ νῷ. Ἔδει γὰρ ἀγαθοῦ παντὸς καὶ ἐπωφελεστάτου πράγματος ἀρχὴν καὶ διδάσκαλον οὐχ ἕτερόν τινα ἡμῖν γενέσθαι μᾶλλον, ἀλλ' αὐτὸν τὸν ἐν πᾶσι πρωτεύοντα καὶ τὰς παρὰ πάντων δεχόμενον λιτάς. Εἶπε δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν, κ. τ. λ. (A f. 149) Ὢ πολλῆς ἀφθονίας. ὢ γαληνότητος ἀσυγκρίτου καὶ μόνῳ πρεπούσης αὐτῷ. Τὴν ἰδίαν ἡμῖν χαρίζεται δόξαν, ἀναβιβάζει τὸ δοῦλον εἰς ἐλεύθερον ἀξίωμα, Πατέρα καλεῖν ἐφίησι τὸν Θεὸν, ὡς ἐν υἱῶν τάξει γεγενημένους. Παρ' αὐτοῦ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐσχήκαμεν· καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.»