Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.692
Not analysed yet
ἀγγέλων, ἵνα κρίνῃ τὸν κόσμον. Ἀπολογίας τοίνυν ὁ τότε καιρὸς, μᾶλλον δὲ δοκιμασίας καὶ ἀνταποδόσεως· πῦρ ηὐτρέπισται τοῖς ἀνόμοις, καὶ δίκη μακρὰ, διηνεκῆ κολαστήρια. Εἶτα πῶς ἰδεῖν ἐκεῖνον εὔχονται τὸν καιρόν; Ἄθρει δή μοι πάλιν τοῦ Σωτῆρος τὸ εὐτεχνὲς, καὶ τὴν ἐφ' ἑκάστῳ τῶν πραγμάτων ἀξιοθαύμαστον οἰκονομίαν. Ἐκέλευσε γὰρ διὰ προσευχῆς αἰτεῖν αὐτὸν ἐκεῖνον τὸν ὄντως φρικτὸν ἐπιστῆναι καιρὸν, ἵνα εἰδεῖεν ὅτι διαβιοῦν αὐτοὺς ἀναγκαῖον, οὐ ῥᾳθύμως ἢ παρειμένως, ἁγιοπρεπῶς δὲ μᾶλλον, καὶ κατά γε τὸ αὐτῷ δοκοῦν· ἵνα στεφάνων αὐτοῖς εὑρεθῇ πρόξενος ὁ καιρὸς, καὶ μὴ πυρὸς καὶ δίκης. Τοῖς γὰρ ἀνόμοις καὶ βεβήλοις πρέποι ἂν κατ' οὐδένα τρόπον τὸ λέγειν ἐν προσευχαῖς, «Ἐλθέτω ἡ βασιλεία σου.» Ἤγουν ἴστωσαν ὡς τοῦτο λέγοντες, μονονουχὶ καταιτιῶνται Θεὸν, ὅτι μὴ θᾶττον αὐτοῖς ὁ τοῦ κολάζεσθαι καιρὸς ἀνίσχει καὶ φαίνεται· τούτοις ἐπιφθέγγεταί τις τῶν ἁγίων προφητῶν· «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Ἵνα τίς ὑμῖν αὕτη ἡ ἡμέρα τοῦ Κυρίου, καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος.» Οὐκοῦν αἰτοῦσιν οἱ ἅγιοι τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ὁλοτελοῦς βασιλείας ἐπιστῆναι καιρὸν, ἅτε δὴ πεπονηκότων ἃ δεῖ, καὶ τῶν ἤδη προειργασμένων αὐτοῖς ζητοῦντες τὰς ἀμοιβάς. Τεθαῤῥήκασι γὰρ ὅτι λαμπροὶ παραστήσονται τῷ κριτῇ. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. (A f. 150 b) Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο, καὶ παντὸς ἐπαίνου μεστόν. Τὸ γὰρ ἐν γῇ βούλεσθαι κρατεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ, τί ἂν ἕτερον εἴη, πλὴν ὅτι τὸ πάντας ἐθέλειν ἁπάσης ἀρετῆς ἀποτελεστὰς εἶναι καὶ ἐπιστήμονας; Οὕτω καὶ διαπρέπειν ἐν οὐρανοῖς τοὺς ἁγίους ἀγγέλους φαμέν. Γέγραπται γὰρ περὶ αὐτῶν· «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ.» Ἰσχὺν τοίνυν παρακαλοῦσι δοθῆναι τοῖς ἐπὶ γῆς οἱ τοῦτο λέγοντες, ἵνα ποιῶσι τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπομιμῶνται πολιτείαν, τὴν παρά γέ φημι τοῖς ἁγίοις ἀγγέλοις· ἵνα, ὡς ὁ Παῦλός φησιν, ἐπὶ γῆς περιπατοῦντες, ἔχωσιν ἐν οὐρανῷ τὸ πολίτευμα. Πρὸς δ' αὖ τούτοις φαμὲν, ὅτι τῆς ἁμαρτίας τὴν ἀναίρεσιν αἰτοῦσιν ἰδεῖν οἱ λέγοντες· «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Θέλημα γὰρ, ὡς ἔφην, τοῦ ἐπὶ πάντας Θεοῦ, τὸ ἁγίως πολιτεύεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, τῆς ἄνω φημὶ, μίμημα καὶ εἰκὼν ὥσπερ τις, ἡ ἐπὶ γῆς ὁρωμένη, κατευφραίνῃ Χριστόν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ' ἡμέραν. (A f. 150 b) Οἴονται δὲ ἴσως τινὲς, ἀνάρμοστον εἶναι καὶ ἀπεοικὸς ἁγίοις τὸ αἰτεῖν παρὰ Θεοῦ τὰ σωματικὰ, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποφέρουσι τὸ εἰρημένον εἰς πνευματικὴν θεωρίαν· καὶ δὴ καὶ