Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.693
Not analysed yet
ἄρτον φασὶν αὐτοὺς αἰτεῖν, οὐκ ἐπίγειον, οὐ σωματικὸν, ἐκεῖνον δὲ μᾶλλον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα, καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα, ἢ, ὥς φασιν, ἀληθεῖ οὐσίᾳ καὶ ἀσωμάτῳ, τουτέστι τῇ ψυχῇ· αὕτη γὰρ, διὰ τὸ μὴ ῥευστὸν, κυρίως οὐσία ἐστίν. Ἐγὼ δὲ ὅτι μὲν ἁγίοις πρέποι ἂν ὅτι μάλιστα τὸ πνευματικῶν χαρισμάτων ἐπείγεσθαι μεταλαχεῖν, φαίην ἂν ἐνδοιάσας οὐδέν· πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, ὅτι κἂν ἄρτον αἰτῶσι κοινὸν, καὶ τοῦτο δρᾷν αὐτοῖς προστέταχεν ὁ Σωτὴρ, μώμου παντὸς ἐλευθέραν ποιοῦνται τὴν πρόσοδον. Ἄθρει γὰρ ὁποῖος τοῖς εἰρημένοις ἐγκέκρυπται νοῦς. Δι' ὧν γὰρ προστέταχεν ἄρτον αἰτεῖν, ἤτοι τροφὴν τὴν ἐφήμερον, δῆλος ἂν εἴη δήπουθεν, μηδὲν ἔχειν αὐτοῖς ἐφιεὶς, ἁγιοπρεπῆ δὲ μᾶλλον ἐπιτηδεύειν πτωχείαν. Οὐ γὰρ τῶν ἐχόντων τὸ αἰτεῖν, ἀλλὰ τῶν ἐν σπάνει καθεστηκότων. Ἐπ' ἂν δέ τις οὐδενὸς ἐν χρείᾳ καθεστηκὼς, Θεῷ τῷ πάντα εἰδότι λέγει· Δὸς ἄρτον ἡμῖν τὸν ἐφήμερον, δόξειεν ἂν εἰρωνεύεσθαι μᾶλλον, ἢ γοῦν ἀληθῶς βούλεσθαι λαβεῖν. Ἄρτον δὲ τὸν ἐπιούσιον οἱ μὲν εἶναί φασι τὸν ἥξοντά τε καὶ δοθησόμενον κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἵνα νοῆται πάλιν πνευματικῶς· οἱ δὲ καὶ εἰς ἑτέρας ἐννοίας ἀποφέρουσι τὴν φωνήν. Ἀλλ' εἴπερ ἦν ἀληθὲς ὡς ἄρτου τοῦ δοθησομένου κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μνήμην ποιοῦνται προσευχόμενοι, διὰ τί προσεπάγουσι τὸ, «Δίδου ἡμῖν τὸ καθ' ἡμέραν;» Ἔστι γὰρ ἔτι διὰ τούτων ἰδεῖν, ὅτι τῆς ἐφημέρου τροφῆς ποιοῦνται τὴν αἴτησιν ὡς ἀκτήμονες δηλονότι. Ἐπιούσιον δὲ τὸν αὐτάρκη νοεῖσθαι χρή· τέθεικέ που τὴν λέξιν καὶ ὁ μακάριος Ἀπόστολος, βραχὺ παραλλάξας, ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτὸν ἑαυτῷ κατασκευάσαι λαὸν περιούσιον, ἀντὶ τοῦ ἐπιουσίου τὸν περιούσιον εἰπὼν, τουτέστι, τὸν ἀρκοῦντα, καὶ τοῦ τελείως ἔχειν οὐχ ἡττώμενον. Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, κ. τ. λ. (A f. 151) Βούλεται χρηστοὺς καὶ ἀμνησικάκους εἶναι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος· ὡς ἀνεπιπλήκτως δύνασθαι λέγειν ἐν προσευχαῖς· Ἄφες ἡμῖν, ὅτι ἀφήκαμεν. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως. «Πρῶτον αἰτεῖν ἐπιτάττει τῶν αὐτοῖς ἡμαρτημένων τὴν ἄφεσιν, εἶθ' οὕτως ὁμολογεῖν ὅτι πάντη τε καὶ πάντως ἀφήσουσι καὶ αὐτοί· καὶ ἵνα οὕτως εἴπω, τῆς ἐνούσης αὐτοῖς ἀνεξικακίας μιμητὴν [cod. μιμητὰς] ἐθέλουσι γενέσθαι τὸν Θεὸν, καὶ ἣν ἂν αὐτοὶ παράσχωνται τοῖς ὁμοδούλοις χρηστότητα, ταύτην ἐν ἴσῳ μέτρῳ ζητοῦσι λαβεῖν παρὰ τοῦ τὰ δίκαια νέμοντος, καὶ κατοικτείρειν ἅπαντας εἰδότος Θεοῦ. Καὶ μή τις οἰέσθω τοῖς τυχοῦσιν ἁπλῶς ἐξεῖναι λέγειν· «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν.» Οὐ γὰρ τοῖς οὖσιν ἐν τῷ πλημμελεῖν ἔτι πρέποι ἂν λέγειν τὸ, «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν·» ἐκείνοις μᾶλλον οἵπερ ἂν εἶεν ἀποφοιτήσαντες μὲν τῶν ἤδη προεπταισμένων, ἀντεχόμενοι δὲ τοῦ διαζῇν λοιπὸν ἐθέλειν ἁγιοπρεπῶς. Δεῖ τοίνυν αἰτεῖν παρὰ Θεοῦ τῶν ἡμαρτημένων τὴν ἄφεσιν, προαφέντας ἡμᾶς τοῖς κατά τι γοῦν προσκεκρουκόσιν, ὅταν εἰς ἡμᾶς