Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.700
Not analysed yet
ἐμοῦ λεγομένων δύναμιν ἐννοήσατε. Πατὴρ γέγονας τέκνων, διὰ τρόπου παντὸς ἐκ πολλῆς ἄγαν φιλοστοργίας ὠφελεῖν ἐθέλεις αὐτά. Ὅταν τοίνυν ἄρτον αἰτήσῃ, ἀμελητὶ καὶ χαίρων προσάγεις, εὖ εἰδὼς ὅτι τροφῆς μεταποιεῖται τῆς ἐπωφελοῦς. Ὅταν δὲ διὰ φρενῶν ἔνδειαν τὸ βραχὺ παιδίον, οὔπω διακρίνειν εἰδὸς τὰ ὁρώμενα, αἰτήσῃ λίθον ἵνα φάγῃ, δίδως ἆρα, φησὶν, ἢ μᾶλλον ἀποφέρεις αὐτὸ τῆς εἰς τοῦτο βλαβερᾶς ἐπιθυμίας; Ὁ δὲ αὐτὸς ἔστω λόγος ἐπί τε ὄφεως καὶ ἰχθύος, ὠοῦ καὶ σκορπίου. Ὅτε τοίνυν, φησὶν, ὑμεῖς ὄντες πονηροὶ, τουτέστι, κακίας δεκτικὴν ἔχοντες τὴν διάνοιαν, καὶ οὐ μονότροπον εἰς τὸ ἀγαθὸν, καθὰ καὶ ὁ τῶν ὅλων Θεὸς, οἴδατε διδόναι δόματα ἀγαθὰ τοῖς τέκνοις, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν; τουτέστι χάριν πνευματικὴν, ἀγαθὴν δὲ πάντως· ἣν εἴπερ τις λάβοι, τρισμακάριος ἔσται. Οὐκοῦν εἴ τι τῶν τοιούτων ἐθέλοις λαβεῖν, πρόσιθι χαίρων· κατανεύσει γὰρ ἑτοίμως, φιλάρετος ὢν ὁ ἐν οὐρανοῖς Πατήρ. Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. (A f. 155, C f. 131 b) Κωφὸν ἐν τούτοις τὸν ἄφωνον ὠνομάσθαι φαμέν· οὐ τῆς φύσεως δὲ ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἐπιβουλὴ δήσαντος τὴν γλῶσσαν. Διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων· οὐδὲ γὰρ δι' ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὤν. Ὅθεν οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν ὁ Κύριος, ἀλλ' εὐθέως διορθοῦται τὸ νόσημα. «Καὶ ἐθαύμασαν οἱ ὄχλοι.» Τούτου καθαρισθέντος καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν. Τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι δὲ ἦσαν Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύουσαν ἔχοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται. Ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενεμήκασι τὸ πάντα δύνασθαι κατορθοῦν· δι' αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια. —(A f. 155 b) Καταχωννύων γοῦν ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τοῦ τῶν ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰπεῖν, ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ. —Ἕτεροι δὲ πειράζοντες,» κ. τ. λ. Ἕτεροι δὲ τοῖς ἴσοις τοῦ φθόνου διανυττόμενοι κέντροις, ἐζήτουν ἐξ οὐρανοῦ σημεῖον ἰδεῖν παρ' αὐτοῦ· μονονουχὶ βοῶντες· Κἂν ἐξ ἀνθρώπου κακόηθες ἐλάσῃς δαιμόνιον, ἀλλ' οὔπω μέγα τὸ χρῆμά ἐστιν, οὐδὲ θείας ἐνεργείας ἀπόδειξιν ἔχει τὸ δρώμενον. Οὔπω τι τεθεάμεθα τοῖς ἀρχαίοις θαύμασιν ὅμοιον. Δεῖξόν τι τῶν ἄνωθεν ἀνενδοιάστως ἐνεργουμένων. Διεβίβασε Μωϋσῆς τὸν λαὸν, βάσιμον αὐτοῖς ἀποφήνας τὴν διὰ μέσου θάλατταν· ἐτύπτησε τῇ ῥάβδῳ τὴν πέτραν, καὶ ποταμῶν αὐτὴν ἔδειξε μητέρα· ἐξεδόθησαν ἐκ τῆς ἀκροτόμου πηγαί.