Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.697
Not analysed yet
ἐπίδοσιν, μὴ ἀπογνῷς τῶν προσδοκωμένων, μήτε ἀπολισθήσῃς τῆς προκειμένης ἐλπίδος, ἐκεῖνο ἴσως λέγων καθ' ἑαυτὸν ἀσυνέτως· Προσῆλθον πολλάκις, δεδάκρυκα, ἐδεήθην, καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας, τῶν αἰτηθέντων παρ' ἐμοῦ. Ἐκεῖνο δὲ μᾶλλον ἐννοήσεις κατὰ σαυτόν· Ὑπὲρ ἡμᾶς οἶδε τὰ καθ' ἡμᾶς ὁ τῶν ὅλων ταμίας· αἰτεῖς ἔσθ' ὅτε τὰ τῶν σῶν ἐπέκεινα μέτρων· οἶδεν αὐτὸς ὁ διδοὺς τὸν ταῖς φιλοτιμίαις πρέποντα καιρόν. Χρὴ τοιγαροῦν ἡμᾶς ἐμφρόνως τε ὁμοῦ καὶ ἐντόνως τὰς πρὸς Θεὸν ποιεῖσθαι λιτὰς, κἂν εἰ γένοιτό τις τῶν αἰτημάτων ἀνάκλησις. Τὸ γὰρ ἀνιδρωτὶ πορισθὲν καὶ ἐξ ἑτοίμου ληφθὲν, καταφρονεῖσθαι φιλεῖ. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς, κ. τ. λ. (A f. 154, B f. 112) Ἐνταῦθα τὸ, λέγω ὑμῖν, ὅρκου δύναμιν ἀποπληροῖ. Οὐ ψεύδεται δὲ Θεὸς, κἂν ὅρκου δίχα γένηται τὸ ἐπηγγελμένον· ἀπροφάσιστον δὲ ἀποφαίνων τὴν ἡμῶν ὀλιγοπιστίαν, ἔσθ' ὅτε ὅρκῳ βεβαιοῖ τοὺς ἀκροωμένους. Τὸ δὲ ζητεῖτε λέγων, τὸ πονεῖν ἐπιτάττει· πόνῳ γὰρ ἀεί πως εὑρίσκεται τὸ ζητούμενον. Ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν ὁ τῆς ἑστίας δεσπότης ἀνοίξῃ, καὶ οὐχ ἑκών. Μάθε τοίνυν ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν· κροῦσον, ὄχλησον, αἴτησον· τοιούτους εἶναι χρὴ τοὺς αἰτοῦντάς τι παρὰ Θεοῦ. Ἐμφρόνως οὗν καὶ εὐτόνως εὔχεσθαι χρή. Κἂν ἀναβολή τις τῶν αἰτημάτων γένηται, μὴ ναρκᾷν μηδὲ ἀφίστασθαι. Γράφει γοῦν ὁ σοφώτατος Παῦλος· «Ἀδιαλείπτως προσεύχεσθε.» Θορυβεῖ μὲν γὰρ ὁ διάβολος οὐ μετρίως, ἀδοκήτοις ἔσθ' ὅτε περιστάσεσιν ἐνιεὶς, καὶ καταφέρων εἰς πολύτροπον ἁμαρτίαν. Εἶτα πρὸς τούτῳ, τῆς ἐμφύτου φιληδονίας ὁ νόμος, ἐμφωλεύει τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ναὶ μὴν, καὶ οἱ τοῖς τῆς ἀληθείας πολεμοῦντες δόγμασιν αἱρετικοί. Χρεία τοίνυν συχνῆς καὶ ἀλλεπαλλήλου προσευχῆς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμένον, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; (A f. 155) Διδάσκει πάλιν ἡμᾶς ὁ Σωτὴρ ἕτερόν τι τῶν ἀναγκαίων εἰς ὄνησιν. Πρόσιμεν γὰρ ἔσθ' ὅτε τῷ φιλαγάθῳ Θεῷ, τὰς λιτὰς ποιούμενοι, τὰς ἐφ' ἑκάστῳ πράγματι κατὰ τὸ ἑκάστῳ δοκοῦν· ἀλλ' οὐ διακρίνοντες ἔσθ' ὅτε, ἢ βασανίζοντες, τί μέν ἐστι τὸ ἀληθῶς συμφέρον, καὶ ὅπερ ὀνίνησι δοθὲν παρὰ Θεοῦ· τί δὲ καὶ τὸ ἀδικοῦν, εἰ λάβοιμεν· ἀκατασκέπτοις δὲ μᾶλλον θελημάτων ὁρμαῖς, ἐμπίπτομεν εἰς ἐπιθυμίας ὀλέθρου μεστάς. Ὅταν οὖν τι τοιοῦτον αἰτῶμεν παρὰ Θεοῦ, ληψόμεθα μὲν οὐδαμῶς, γέλωτος δὲ μᾶλλον ἀξίαν ποιούμεθα τὴν λιτήν· καὶ ποία τίς ἐστιν ἡ τούτου πρόφασις, παρ' αὐτοῦ μάθωμεν. Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὡς ἐξ εἰκόνος, φησὶ, ἤτοι παραδείγματος ἐναργοῦς, ἐκ τῶν καθ' ὑμᾶς αὐτοὺς, τὴν τῶν παρ'