Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.704
Not analysed yet
λέγειν ἐμὲ δύναμιν δανεῖσθαι τὴν παρὰ τοῦ Βεελζεβούλ; Κατακριθήσεσθε τοίνυν ὑπὸ τῆς πίστεως ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ' ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν παραλύουσι τὸν Σατανᾶν, καὶ οὐχ ἑκόντα τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, κ. τ. λ. (A f. 156, B f. 115 b) Ἐπειδὴ, φησὶ, τὸ παρ' ὑμῶν λεγόμενον οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον, καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Δάκτυλον δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμά φησι. Χεὶρ μὲν γὰρ αὐτὸς καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρὸς, ἐνεργεῖ γὰρ τὰ πάντα δι' αὐτοῦ. Ἐνεργεῖ δὲ ὁμοίως καὶ Υἱὸς ἐν Πνεύματι. Ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρὸς, οὐκ ἀλλότριος ὢν αὐτῆς, ἀλλ' ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται. Πάντα γὰρ, ὡς ἔφην, ὁ Υἱὸς ἐργάζεται, διὰ τοῦ ὁμοουσίου Πνεύματος. Πλὴν ἐν δακτύλῳ Θεοῦ, φησὶ, ἐκβάλλω τὰ δαιμόνια, καὶ νῦν οἰκονομικῶς ὡς ἄνθρωπος. Οὐ γὰρ ἂν ἤνεγκαν Ἰουδαῖοι, σαθρὸν καὶ ἀσύνετον ἔχοντες νοῦν, λέγοντος αὐτοῦ, ὅτι Ἐν Πνεύματί μου ἐκβάλλω τὰ δαιμόνια. —(A f. 156) Καί μοι πρόσχες ἀκριβῶς, ὅτι ἐνεργοῦντος τοῦ Πατρὸς δι' Υἱοῦ τὰ παράδοξα, τὸ Πνεῦμά ἐστι τὸ ἐνεργοῦν αὐτά. Καὶ γὰρ αὐτὸ ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ· ὧν δὲ μία ἐνέργεια, τούτων καὶ φύσις ἡ αὐτή. Πανταχοῦ τοίνυν συνελαυνόμενοι πρὸς τὸ ἀληθὲς οἱ πνευματομάχοι, μισείτωσαν τοὺς τῶν πλάνων ἐμέτους, ἀνανηφέτωσαν πρὸς Θεὸν, αἰτείτωσαν παρ' αὐτοῦ τῆς ἀληθείας τὸ φῶς· χαρίσεται γὰρ, φιλάνθρωπος ὢν, ὁ Σωτήρ. —(A f. 156 b) Εἰ τοίνυν, φησὶν, ἐγὼ, ἄνθρωπος ὢν καὶ γενόμενος καθ' ὑμᾶς, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, πεπλούτηκεν ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ καὶ πρώτῳ τὴν θεοπρεπῆ βασιλείαν· δεδόξασται γὰρ συντρίβουσα τὸν Σατανᾶν, καὶ ἀκαθάρτοις ἐπιτιμῶσα πνεύμασι. Τοῦτό ἐστι τό· «Ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. (A f. 156 b) Ἐπειδὴ διὰ πολλῶν ἐννοιῶν τὸν ἐπὶ τούτοις ἰέναι λόγον ἀναγκαῖον ἦν, κέχρηται παραδείγματι σαφεῖ καὶ ἐναργεστάτῳ, δι' οὗ πάρεστι τοῖς ἐθέλουσιν ἰδεῖν, ὅτι νενίκηκε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ οἷον ἀπονευρώσας αὐτὸν, καὶ γυμνὸν ἀποφήνας τῆς ἐνούσης ἰσχύος αὐτῷ, δέδωκεν εἰς διαρπαγὴν τοῖς ἑαυτοῦ γνωρίμοις. Ἕως μὲν γὰρ, φησὶν, ὁ ἰσχυρὸς ἔχει τὸ δύνασθαι, καὶ φυλάττει τὰ ἑαυτοῦ, οὐδεμίαν ὑφορᾶται πλεονεξίαν. Ἐπ' ἂν δέ τις ἰσχυρότερος αὐτοῦ ἐπελθὼν χειρώσηται αὐτὸν, τότε διαρπάζεται. Τοῦτο ὡς ἐπ' ἀνθρώπων εἴρηται τὸ