Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.705
Not analysed yet
παράδειγμα· πέπονθε δὲ αὐτὸ καὶ ὁ μισόκαλος διάβολος· ἦν μὲν γὰρ πρὸ τῆς Σωτῆρος ἐπιδημίας ἐν ἰσχύϊ πολλῇ, τὰς ἀλλοτρίας ἀγέλας, δῆλον δὲ ὅτι τὰς τοῦ ἐπὶ πάντων Θεοῦ, συνελάσας ὥσπερ καὶ συνέχων εἰς ἰδίαν αὐλήν. Ἐπειδὴ δὲ ὁ πάντων ἐπέκεινα τοῦ Θεοῦ Λόγος, ὁ πάσης ἰσχύος δοτὴρ, καὶ τῶν δυνάμεων Κύριος, ἐπεπήδησεν αὐτῷ γενόμενος ἄνθρωπος, διηρπάσθη πάντα αὐτοῦ τὰ σκεύη, καὶ διεδόθη τὰ σκῦλα. Οἱ γὰρ πάλαι παρ' αὐτοῦ συνεχόμενοι πρὸς ἀθεΐαν καὶ πλάνην, κέκληνται διὰ τῶν ἁγίων ἀποστόλων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσεκομίσθησαν τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πίστεως τῆς εἰς τὸν Υἱόν. Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι. (A f. 157, C f. 132) Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, φησὶν, ἵνα πάντας ἐξέλωμαι τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ, τὰ διεσκορπισμένα παρ' ἐκείνου δηλονότι, συναγάγω εἰς ἕν. Ὁ δέ γε Σατανᾶς μὴ ὢν μετ' ἐμοῦ, ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσί μοι δύναμιν καθ' ἑαυτοῦ; Ἆρ' οὐκ εὔηθες τὸ οἴεσθαι τοιοῦτόν τι γεγενῆσθαι; Πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις, τὸ κατολισθεῖν εἰς τοιαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπών· Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων, κ. τ. λ. (A f. 157 b) Ὅτι δὲ εἰς Ἰουδαίους ἐστὶ τὸ σύμπαν τοῦτο παράδειγμα, δεδήλωκεν ὁ Ματθαῖος, ἐπιφωνήσας· «Οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.» Ἕως μὲν γὰρ ἦσαν ἐν Αἰγύπτῳ θητεύοντες, καὶ τοῖς Αἰγυπτίων διαζῶντες ἔθεσί τε καὶ νόμοις, μεστοὶ πάσης ὑπῆρχον ἀκαθαρσίας, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρόν. Ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωϋσέως, κατοικτείροντος Θεοῦ, καὶ νόμον ἐσχήκασι παιδαγωγὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα· ὅτε δὴ καὶ τεθύκασι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστὸν, ἀλλὰ παρώσαντο τὸν Λυτρωτὴν, ἰδοὺ δὴ πάλιν εἰσπέπτωκε τὸ ἀκάθαρτον πνεῦμα, καὶ πολὺ χειρόνως ἢ πάλαι· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν, καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας, καὶ οἷον σεσαρωμένην, καὶ κατῴκησεν ἐν αὐτοῖς. Ὥσπερ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας, ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται αὐτῇ οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ. Σχολάζουσι γὰρ, ὡς ἔφην, ἀπὸ πάσης ἀρετῆς. Γέγονε τοίνυν τὰ ἔσχατα τῶν ἐξ Ἰσραὴλ χείρονα τῶν πρώτων. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος ἔφη μαθητής· «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν, εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπι-