Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.712
Not analysed yet
γὰρ οἶδεν ὡς Θεός. Τί οὖν ἐστιν; Αὐτοὺς μάλιστα νουθετεῖν ἠπείγετο, τοὺς ἀρίστους τῶν ἰατρῶν ἀπομιμούμενος, οἳ τοῖς ἀῤῥωστοῦσι φορτικώτερον τὰς ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων προσάγουσιν ἐπικουρίας. Ὡς γὰρ αὐτός πού φησιν, «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Οὐκοῦν ὁ μὲν Φαρισαῖος, τό γε ἧκον εἰς τὸν ἐνόντα αὐτῷ σκοπὸν, ἐπὶ ἑστίαν καλεῖ· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καθίησι μὲν ἑαυτὸν εἰς τοῦτο, καθάπερ ἔφην, οἰκονομικῶς· μυσταγωγίας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα. Ἐδίδου δὲ τῷ λόγῳ τὰς ἀφορμὰς ὁ δυσμαθὴς Φαρισαῖος. Ἐθαύμασε γὰρ, φησὶν, ὡς οὐκ ἐβαπτίσθη πρὸ ἀρίστου. Ἐσκανδαλίσθη, φησὶν, ὅτι δικαίου καὶ προφήτου δόξαν ἔχων παρ' αὐτοῖς, ταῖς ἀλογωτάταις αὐτῶν οὐ συνεπλάττετο συνηθείαις. Ἐβαπτίζοντο γὰρ πρὸ τροφῆς, οἷον ῥύπου παντὸς ἑαυτοὺς ἀπαλλάττοντες· ἀσυνέτως δὲ σφόδρα καὶ τοῦτο. Ἡ μὲν γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ τοῖς ῥυπῶσι σωματικῶς· ἀκαθαρσίας γε μὴν τῆς εἰς νοῦν καὶ καρδίαν, πῶς ἂν ἀπαλλάξειέ τινας; Πλὴν ἐκεῖνό φαμεν· Ἀσύνετε Φαρισαῖε, μέγα πεφρόνηκας ἐπὶ τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων, τὸν Μωϋσέως νόμον γινώσκεις. Εἰπὲ τοιγαροῦν, ποῦ σοι τοῦτο προστέταχε Μωϋσῆς; ποίαν ἔχεις εἰπεῖν ἐντολὴν ὁρισθεῖσαν παρὰ Θεοῦ, τὴν ἐπί γε τῷ δεῖν βαπτίζεσθαι πρὸ τροφῆς; Δέδοται μὲν γὰρ διὰ τῆς Μωϋσέως ἐντολῆς εἰς ἀποκάθαρσιν ῥύπου σωματικοῦ, τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, τύπον ἐπέχον τοῦ ἀληθῶς ἁγίου καὶ διασμηκτικοῦ βαπτίσματος, φημὶ δὴ τοῦ ἐν Χριστῷ. Ἀπελούοντο δὲ ὕδατι καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς ἔλουσεν ὕδατι τὸν Ἀαρὼν, καὶ σὺν αὐτῷ τοὺς Λευΐτας· καταδηλοῦντος τοῦ νόμου διὰ τοῦ τυπικοῦ καὶ ὡς ἐν σκιαῖς βαπτίσματος, ὅτι καὶ ἡ κατ' αὐτῶν ἱερουργία τὸ τέλειον εἰς ἁγιασμὸν οὐκ ἔχει, δεῖται δὲ μᾶλλον τοῦ θείου τε καὶ ἱεροῦ βαπτίσματος, εἰς ἀποκάθαρσιν ἀληθῆ· καὶ καθ' ἕτερον δὲ τρόπον ἡμῖν ὑποφαίνοντος, ὅτι τὸ ἱερὸν καὶ ἀπόλεκτον παρὰ Θεῷ γένος, τουτέστιν ἡμᾶς, τελειοῖ πρὸς ἁγιασμὸν, καὶ εἰς ἀπόθεσιν ῥύπου παντὸς ὁ τῶν ὅλων Σωτὴρ, διὰ τοῦ ἁγίου καὶ σεπτοῦ βαπτίσματος. Ὁρᾶταί γε μὴν οὐδαμοῦ προστεταχὼς βαπτίζεσθαι πρὸ τροφῆς· τί οὗν τεθαύμακας, ἢ διὰ ποίαν αἰτίαν ἐσκανδαλίσθης, ὦ Φαρισαῖε; Τί οὖν ὁ Σωτήρ; Εὐάφορμον ποιεῖται τὴν ἐπίπληξιν. Ἄκουε γάρ· Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, κ. τ. λ. (A f. 162 b, C f. 132 b) Ἐνῆν [al. ἐξῆν] μὲν καὶ ἑτέροις λόγοις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον· ἐπιδράττεται δὲ τοῦ καιροῦ, καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυφαίνει τὴν μυσταγωγίαν. Ὡς γὰρ, ἐν καιρῷ τροφῆς καὶ τραπέζης, ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα· καὶ διαδείκνυσιν, ὡς καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δή που μόνης ἐξ ἀκαθαρσίας σωματικῆς, ἀλλὰ γὰρ καὶ εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ὑπηρετοῦντα τῶν