Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.709
Not analysed yet
δρες γὰρ ἦσαν ὠμοί τε καὶ βάρβαροι, Θεὸν οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς, τῶν διὰ Μωϋσέως τεθεσπισμένων ἀνήκοοι παντελῶς, προφητικῆς εὐστομίας ἀνεπιστήμονες. Ἀλλὰ καὶ οὕτω γνώμης ἔχοντες, μετενόησαν, φησὶν, εἰς τὸ κήρυγμα Ἰωνᾶ· μακρῷ τοιγαροῦν ἀμείνους τῶν ἐξ Ἰσραὴλ, καὶ κατακρινοῦσιν αὐτούς. Ἀλλ' ἄκουε καὶ τῶν ῥημάτων· «Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει κατὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλέον Ἰωνᾶ ὧδε.» Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτὴν τίθησι, κ. τ. λ. (A f. 161, B f. 116 b) Καὶ ποία τις ἦν τῶν τοιούτων λόγων ἡ χρεία; Ἀντιθέσει μάχεται τοῖς Ἰουδαίοις ἐξευρημένῃ διὰ τῆς ἐνούσης αὐτοῖς σκαιότητός τε καὶ ἀμαθίας. Ἔφασκον γὰρ θαυματουργεῖν αὐτὸν, οὐχ ἵνα πιστεύηται μᾶλλον, ἀλλ' ἵνα πολλοὺς ἔχῃ τοὺς ἑπομένους αὐτῷ, καὶ τοὺς παρὰ τῶν ὁρώντων τὰς θεοσημείας ἁρπάζῃ κρότους. Ἀποκρούεται τοίνυν τὴν ἐπὶ τούτῳ συκοφαντίαν, καὶ δέχεται πρὸς παράδειγμα τὴν τοῦ λύχνου χρείαν· κεῖται γὰρ ὁ λύχνος ὑψοῦ καὶ ἐπὶ λυχνίαν ἀεὶ, ἵν' εἴη τοῖς ὁρῶσι χρήσιμος. Καὶ τί τὸ ἐντεῦθεν, περινοήσωμεν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεσκότισε τὴν ὑπ' οὐρανὸν ὁ τοῦ σκότους πατὴρ, τουτέστιν ὁ Σατανᾶς, ἀχλύϊ τε νοητῇ τὰ πάντα κατεμελαίνετο. Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, λύχνον ὥσπερ τινὰ τῇ ὑπ' οὐρανὸν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ ἀχλύος ἡμᾶς ἐξέληται διαβολικῆς. Ἀλλ', ὦ Ἰουδαῖε, εἰ μὲν αἰτιᾷ τὸν λύχνον ὅτι μὴ κρύπτεται μᾶλλον, ἀλλ' ὑψοῦ καὶ ἐπὶ λυχνίᾳ κείμενος ἐνίησι τοῖς ὁρῶσι τὸ φῶς, ἐγκάλει Χριστῷ μὴ λαθεῖν ἐθέλοντι μᾶλλον, ἀλλ' ὁρᾶσθαι παρὰ πάντων, καὶ φωτίζοντι τοὺς ἐσκοτισμένους, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνιέντι φῶς. Οὐκοῦν οὐχ ἵνα θαυμάζηται μᾶλλον ἐπλήρου τὰς θεοσημείας, καὶ δι' αὐτῶν ἠξίου γνωρίζεσθαι, ἀλλ' ἵνα πιστεύηται μᾶλλον ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος δι' ἡμᾶς, καὶ οὐκ ἀπέστη τοῦ εἶναι ὁ ἦν. Ὡς ἐπὶ λυχνίας δὲ τῆς ἁγίας Ἐκκλησίας τῷ κηρύγματι λάμπων, καταφωτίζει τὰς πάντων διανοίας, θείας πληρῶν ἐπιγνώσεως. Ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ' αὐτῷ. (A f. 162) Ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὅτι Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἐπὶ γῆς ὤφθη μετὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τοῦτο γεγονὸς ἔστιν ἰδεῖν καὶ διά γε τῶν προκειμένων ῥητῶν. Πῶς γὰρ οὐχ ἅπασιν ἐναργὲς, ὅτι πονηρὸν καὶ βέβηλον ἀεὶ τὸ τῶν Φαρισαίων γέγονεν ἐργαστήριον, βάσκανον καὶ ἀλαζονείᾳ σύντροφον, καὶ καταθρασυνόμενον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Πῶς οὖν ἄρα κατέλυσε παρ' αὐτοῖς; Ἆρα ἠγνόησε τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα; Καὶ πῶς τοῦτο λέγειν ἀσφαλές; Πάντα