Ancient Greek · ~6 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.720
Not analysed yet
χῆς προαγόμενος, οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται. Ἀπεκτόνασι μὲν γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς· προστεθείκασι δὲ ταῖς κατ' αὐτοῦ δυσσεβείαις, καὶ τὰς κατὰ τῶν θείων αὐτοῦ μαθητῶν μιαιφονίας. Φησὶ γὰρ πρὸς αὐτοὺς ὁ Σωτὴρ ἡ τοῦ Θεοῦ σοφία· «Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσι,» καὶ τὰ ἑξῆς. Καὶ προφήτας μὲν ὧδε τοὺς ἀποστόλους καλεῖ, καὶ τοὺς τῶν ἀποστόλων διαδόχους, τοὺς τῶν Ἐκκλησιῶν ποιμένας καὶ διδασκάλους, τοὺς ἐν προφητείαις καὶ διδασκαλίαις, ταῖς διὰ τοῦ Πνεύματος δωρεαῖς κεκοσμημένους. Προλέγει τοίνυν τὰ μέλλοντα καταλαβέσθαι τὴν τῶν Ἰουδαίων γενεὰν κακὰ, διὰ τὴν ἀκόρεστον αὐτῶν μιαιφονίαν· μέλλει γὰρ ἐκζητεῖσθαι τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου ἕως τῆς γενεᾶς ταύτης. Ζαχαρίαν δὲ ὧδε ἀκόλουθόν ἐστι ἐννοεῖν τὸν τοῦ Προδρόμου πατέρα, ὃν ἐξ ἀγράφου παραδόσεως ἱστόρηται τοὺς Ἰουδαίους ἀνελεῖν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, διὰ τὸ προφητεύειν αὐτὸν, μᾶλλον δὲ ἀποδεικνύναι τὴν Θεοτόκον, καὶ τὸν ἐξ αὐτῆς τεχθησόμενον Θεὸν καὶ Σωτῆρα Ἰησοῦν Χριστὸν, οἷα δή τινα βασιλέα καὶ Κύριον ἐπὶ τὸ ἔθνος ἀποσταλήσεσθαι αὐτῶν· καὶ αὐτὴν τὴν ἁγίαν Παρθένον κατὰ τὴν ἐκ Πνεύματος ἁγίου σύλληψιν, τοῦ τόπου τῶν παρθένων, τοῦ ἐν τῷ ἱερῷ ὅντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, μὴ ἀποστῆσαι, καθὰ δὴ γεγαμημένην, ἀλλ' ἔτι παρθένον γινώσκειν αὐτὴν, καὶ συγχωρεῖν κατὰ τὸν συνήθη τόπον ἑστᾶναι. Διὰ γοῦν ταῦτα τοὺς ἀκούοντας εἰς ὀργὴν ἐμπεσεῖν, καὶ ἐπ' αὐτὸν ὁπλί-